Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Συνάχθητε, ἳνα ἀναηεἰλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτων τῶν

  1. συνάχθητε καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ·
  2. ἀκούσατε Ἰσραήλ, ἀκούσατε τοῦ πατρὸς ὑμῶν.
  1. Ῥουβὴν πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου·
  2. σκληρὸς φέρεσθαι καἰ σκληρὸς αὐθάδης.
  1. ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς.
  2. ἀνέβης γὰρ ἐπ’ τὴν κοιτην του πατρός σου·
  3. τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης.
  4. ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης.
  1. Συμεὼν καὶ Λευὶ ἀδελφοί·
  2. συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν.
  1. εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου,
  2. καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου.
  3. [*](ADF)[*](16 ἐν αὐτὸς τὸ ὂν. μου AD sil 17 ο πατὴρ] + αὐτοῦ τὴν χεῖρα Α + αὐτοῦ D sil (αυ[του] D) | του πατρος] ἀοῦ π. B* του π. Β 1) | Μαννασση Α 18 οὐκ Β* οὐχ B ab) | τὴν δεξιὰν] + σου AD sil 19 ἀλλ’ εἶπεν AD sil | οὕτος 1°] αὐτοὶ D | αλλ ο D sil 20 ηὐλόγησεν Α | Μαννασση (bis) Α 21 εἰς τὴν γην] pr ἐκ τῆς γῆς ταύτης ΑD 22 μαχαίρῃ AD XLIX 1 om αυτοις ADF | απαγγειλω D | ἐπ’ ἐσχάτων τῶν ἠμ’ BAD (..τωντ[ων] ..)] ἐπ’ ἐσχάτω τῶν ἠμ’. F 2 συνάχθητε] ἀθροίσθητε AF | om μου AF | om ἀκούσατε Ισρ. ἃκ. του πατρὸς ὑμὸν D | om ἀκούσατε 3° AF 4 ε s A a | ante οὐ ras 1 lit Α | ἀνέβης 2° sup ras Α 1 5 Λευει Β* Α (nisi εξερ.) ἐξ αἶρ’. Β ab DF a (εξαἱρ. F* vid))
    99
  4. ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους,
  5. [*](B)
  6. καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐγῶν ἐνευροκόπησαν ταῦρον.
  1. ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης·
  2. καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη.
  3. διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ,
  4. καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.
  1. Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου·
  2. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.
  3. προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.
  1. σκύμνος λέοντος, Ἰούδα·
  2. ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης·
  3. ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος·
  4. τίς ἐγερεῖ αὐτόν ;
  1. οὐκ ἐκλείψει ἄρχων ἑξ Ἰούδα,
  2. καὶ ἡγούμενος ἐκ τῶν
  3. ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῶ,
  4. καὶ αὐτὸς προσδοκία ἐθνῶν.
  1. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ,
  2. καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ·
  3. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ,
  4. καὶ ἐν σταφυλῆς σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.
  1. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὑπὲρ οἶνον,
  2. καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.
  1. Ζαβουλὼν παράλιος κατοικήσει,
  2. καὶ αὐτὸς παρ’ ὅρμον πλοίων,
  3. καὶ παρατενεῖ ἕως Σιδῶνος.
  1. Ἰσσαχὰρ τὸ καλὸν ἑπεθύμησεν,
  2. ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων·
  1. καὶ ἰδὼν τὴν ἀνόπαυσιν ὅτι καλή,
  2. καὶ τὴν γῆν ὅτι πίων,
  3. ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν,
  4. καὶ ἐγενήθη ἀνὴρ γεωργός.
  5. [*](6 ἐν επιθυμια F* τῆ superscr F 1) 7 διασπερῶ] διασκορπιῶ Α ADF 8 ἔπι νωτου] επι τ[ω] νώτῳ F | σοι BD] σε AF | οἱ υιοι] om οἱ F 9 Ιουδας D | μου] μοι F 10 ἄρχων εξ Ιουδα sup ras Α 1 (seq spat I lit) 12 ὕπερ οἶνον] ἄπο οἴνου ADF | om αὐτοῦ 2° DF 13 κατοικήσει] παροικήσει D | Σιδονος B a 14 Ισαχαρ F* (Ισσ. F 1) | ἄνα μέσον] εμμεσω Α 15 εγενηθη] εγενη F)
    100
    [*](B)
  1. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν,
  2. ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ.
  1. καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ,
  2. ένκαθήμενος ἐπὶ τρίβου·
  3. δάκνων πτέρναν ἵππου,
  4. καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
  1. τὴν σωτηρίαν περιμένων Κυρίου.
  1. Γάδ, πειρατήριον πειρατεύσει αὐτόν·
  2. αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας.
  1. Ἀσήρ, πίων αὐτοῦ ὁ ἄρτος,
  2. καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν.