Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἀπηηέλη τῷ Ἰωσὴφ ὅτι Ὁ πατήρ σου ἐνοχλεῖται· καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανσσὴ καὶ τὸν Ἐφράιμ, ἦλθεν πρὸς Ἰακώβ.

ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες Ἴδου ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ· καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην.

καὶ εἶπεν [*](§ F) Ἰακὼβ τῷ Ἰωσήφ Ὤφθη μοι ὁ θεός μου ¶ ἐν Λοῦζα ἐν γῇ Χανάαν, καὶ [*](ADF) [*](22 om ταύτην ADf | δόματα Α | ἱερεῦσι F 23 τὴν γῆν 1°] Β* vid την|γην Β 1?a) | αυτοις] ἑαυτοῖς AF | σπέρματα Α 24 τὼ Φαραω] om τὼ Α I τέσσαρ’. B ab (item 28) | σπέρματα Α | πα F | οἴκοις] pr ἐν τοι Α ευραμεν Α | Φαραω] pr τω AF 26 γην] γῆς AF | αποπεμπτουν τὼ Φαραω AF | μόνων Α 27 om γῆ AF | τῆς γης] om τῆς B ab A | καὶ επληθ.] pr καὶ ηὐξήθησαν AF 28 ἔτη δέκα ἔπτα] ἔτη δ. ἔπτα ἣ B* (om ἔτη 2° B ab) δέκα ἔπτα ετη AF | ἐγένοντο δε] ἐγένοντο AF | τῆς ζωης] om τῆς F 29 αποθανειν] pr του AF | μὴ θάψαι με Α XLVIII 1 απηγγελη] ανηγγελη AD ανηγ.... D) F pr κα AD sil F | σου] αὐτοῦ D | υἵους αὐτοῦ] + μετ’ αὐτοῦ Α + μεθ’ ἑαυτοῦ D Μαννασση Α 3 ο θεὸς μου ὤφθη μοι B ab A ο θεὸς ὤφθη μοι D + D sil ο θεὸς μου ὤφθη.. F | ἐν γῆ X. ἐν Λουζα Α)

97
εὐλόγησέν με

καὶ εἰπέν μοι Ἴδου ἐγώ σε αὐξάνω καὶ πληθυνῶ καὶ [*](B) ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῶ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.

νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον πρὸς σὲ ἐμοί εἰσιν, Ἐφράιμ καὶ Μανασσή, ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι·

τὰ δὲ ἔκγονα αἰ δ’ ἄν γεννήσῃς μετὰ ταῦτα ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν, κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.

ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χανάαν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφράθα· καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῶ τοῦ ἱππο- δρόμου· αὕτη ἐστὶν Βεθλέεμ.

ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσήφ εἶπεν τίνες σοι οὗτοι ;

εἶπεν δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ προσάγαγέ μοι αὐτοὺς ἵνα εὐλογήσω αὐτούς.

οἱ δὲ ὀφθαλμοὶ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.

καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου,