Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εὐλογήσος Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ’ αὐτοῦ.

καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου [*](AD) [*](32 αγιοχασιν B* AD] ἀγηόχασιν μ’ B a?b 33 om ἐστιν AD 34 οἱ παιδες σου ἐσμεν Α Ι Γεσεν D | Αιγυπτιων] τοῖς Αιγυπτιοις Α Αἰγυπτίοις D sil ιο[ι]ς D) XLVII 1 Ιωσηφ] Φαραω Α | ἀνήγγειλεν D | τὼ Φᾶ. ραω] Ιωσηφ Α | ο πατὴρ] + μου AD sil | οἱ αδελφοι] + μου AD sil | om καὶ πάντα τὰ ἀυτῶν D 3 οἱ πατ. ἤμων] + ἐκ παιδιόθεν ὡς του νυν Α 4 κατ’. οἰκήσομεν AD] κατοικήσωμεν Α + οἱ παῖδες σου AD 5 ἐπίστη] επιστασε D | πρὸς Ιωσηφ °] τὼ Ιωσηφ D | ηκασιν Α 6 κατοικησον Α 8 τῆς ζωῆς] om τῆς Α 9 αφικοντο] αφεικετο Α ἀφίκοντο D | τῆς ἰωῆς °] τῶν ἐτῶν D vid | ἡμέρας ἃς ἠμ’. ?)] ἥμεραι ἃς D 11 κατωκησει Α | αὐτοῦ D sil | Αιγυττου] Αιγυπτω AD sil)

95
ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσή, καθὰ προσέταξεν Φαραώ.

καὶ B ἐσιτομέτρει ’lωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.

Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ, ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα· ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανάαν ἀπὸ τοῦ λιμοῦ·

συνήγαγεν δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῆ Αἰγύπτου καὶ ἐν γῇ Χανάαν τοῦ σίτου ὃ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς· καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ.

καὶ ἐξέλιπεν τὸ ἀργύριον πᾶν ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανάαν· ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσὴφ λέγοντες Δὸς ἡμῖν ἄρτους· καὶ ἵνα τί ἀποθνήσκομεν ἐναντίον σου ; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.

εἶπεν δὲ αὐτοῖς Ἰωσήφ Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, § εἰ ἐκλέλοιπεν τὸ ἀργύριον ὑμῶν.

ἤγαγον δὲ τὰ § F κτήνη πρὸς Ἰωσήφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων· καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πόντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθαν πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.

ἵνα μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες δὸς σπέρμα ἵνα σπείρωμεν καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ θήσεται.

καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός, καὶ ἐγένετο ἡ γῆ Φαραώ·