Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ. καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν·

υἱοὶ δὲ Ῥουβήν· Ἑνὼχ καὶ Φαλλούδ, Ἁσρὼν καὶ Χαρμί.

υἱοὶ δὲ Συμέων· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἄωδ καὶ Ἰαχεὶμ καὶ Σάαρ καὶ Σαμουὴλ υἱὸς τῆς Χανανίτιδος.

υἱοὶ δὲ Λευί· Γηρσών, καὰθ καὶ Μεραρεί.

υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φάρες καὶ Ζάρα· ἀπέθανεν δὲ Hp καὶ Αὐνὰν ἐν γῇ Χανάαν· ἐγένοντο δὲ υἱοὶ Φάρες Ἁσρὼμ καὶ Ἰεμουήλ.

υἱοὶ δὲ ’Iσσαχόρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺφ καὶ Ζαμβράμ.

υἱοὶ δὲ Ζαβουλών· Σέρεδ καὶ Ἁσρὼν καὶ Ἁλοήλ.

οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκεν τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ αἱ θυγατέρες, τριάκοντα τρεῖς.

υἱοὶ δὲ Γάδ· Σαφῶν καὶ Ἁγγεὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδὶς καὶ Ἀροηδὶς καὶ Ἀροηλείς.

υἱοὶ δὲ Ἀσήρ· καὶ Ἰεσσαὶ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάαρ ἀδελφὴ αὐτῶν. υἱοὶ [*](DF) [*](2 Ισραηλ] pr πρὸς D | τῆς νυκτος] om της DF | ειπας] λέγων D 3 λεκαὶ εἶπεν D | om εἰμι F 4 ἀναβιβάσω] ἀναβιβῶ DF | τὰς σου Α 5 ’τον πατέρα] pr Ιακωβ F a 6 αναλαβοντες] F | τὴν κτη.. F I ἐκ γης] ἐν γῆ D sil | καὶ εἰσῆλθεν Ιακωβ εἰς Αἶγ’.] εἰσῆλθον εἰς λίγ’. Ιακωβ D sil 7 υἱοὶ °] οἱ υἱοὶ αὐτοῦ D | θυγατερες °] + αὐτοῦ D | om μετ’ αὐτοῦ 2° D sil 9 Φαλλοὺς D 10 Αχειμ Σααρ] Σααλ D | Σαμουηλ] Σαουλ D sil 11 Λευει D | Κααθ] pr καὶ D Μεραρι D sil 12 Ασρων D 13 καὶ Φουα καὶ Ιασουφ] Ιασουβ D | Ζαμβραν D 14 Σερεδ] Εσρεδ D | Ασρων] Αλλων D sil | Αλοηλ] Εηλ D 15 αἰ θῆ.] om αἰ D sil 16 Σαυνεις D | Αροηδις] Αυαρις D | ροηλεις] Αριηλις D 17 Ιεσσαι] Ιεσουα D | D | βαρεία D | Σααρ] Σαρρα D)

93
δὲ Βαριά· Χόβωρ καὶ Μελχιήλ.

οὗτοι υἱοὶ Ζέλφας, ἢν ἔδωκεν Λαβὰν [*]((Α) (Ε)) Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ἰακώβ, δέκα

υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμείν.

ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετρεφῆ ἱερέως Ἡλίου πόλεως, τὸν Μαννασσὴ καὶ τὸν Ἐφράιμ. ἐγένοντο δὲ υἱοὶ Μαννασσή, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχείρ· Μαχεὶρ δὲ ἐγέννησεν τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφράιμ ἀδελφοῦ Μαννασσλη· Σουτάλααμ καὶ Τάαμ, υἱοὶ δὲ Σουτάλααμ· Ἐδέμ.