Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ’ ἢ ὁ θεός. καὶ ἐποίησέν με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.

σπεύσαντες ὄν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου ἸωσήΦ Ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρὸς μέ, καὶ μὴ μείνῃς.

καὶ κατοικήσεις ἐν γῇ Γέσεμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοὶ ἐκεῖ·

καὶ ἐκθρέψω σε ἐκσι, ἔτι γὰρ πέντε ἔτη λιμός. ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοὶ σου καὶ πάντα τὰ ὑπάρχοντά σου.

ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ Βενιαμεὶν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.

ἀπαγγείλατε οὑν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα ἴδετε, καὶ ταχύ. ναντες καταγάγετε τὸν πατέρα μου ὧδε.

καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμεὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἐπέπεσεν ἐπ’ αὐτῶ, καὶ Βενιαμεὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.

καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ’ αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ [*](DF) [*](XLV 1 ανεχεσθαι] σχεσθαι D | παριστηκει AD] παρειστ. F | ετι] ἔπι F* ετι F 1) | om ΙωσνΦ 3 0 D sil F 2 μετα] μηαιληα|λην F 3 πρὸς τοὺς ἀδελφοὺς] τοις ἀδελφοῖς F | ἀδελφὸς......ἐταράχθησαν γὰρ sup ras Α a? | om ο ἀδελφὸς ὕμ’. ὂν απεδ, εἰς λίγ’. D sil F | ἐδύναντο AD] ἠδύναντο F | οἱ αδελΦοι] + αυτου D 4 καὶ εἶπεν] pr ειπε[ν] ’δε ΙωσηΦ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εγγισατε πρὸς με καὶ ηγγισαν D sil pr εἶπεν ’δε I. πρὸς τοὺς ἅδ’. αὐτοῦ εὑ. προς με· και ηγγεισαν πρὸς αὐτὸν F 7 ὑμῶν °] ὕμιν D 8 ἀλλ’ 77] ἄλλα D sil F 9 κύριον] κύριος D Ι γης] τῆς F Ι om μὴ D 10 κατοικησεις] κατοίκησον F | Αραβειας F | αἰ βοες] οἱ β. D sil F | ἔκει] ἐστιν 13 δόξαν] τίμην D 14 ἐπέπεσεν] ἔκλαυσεν Dsil F)

91
ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.

Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον [*](Α) Φαραὼ λέγοντες Ἥκασιν οἱ ἀδελφοὶ ἸωσήΦ· ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.

εἶπεν δὲ Φαραὼ πρὸς ἸωσήΦ Εἰπὸν τοῖς ἀδελφοῖς σου τοῦτο ποιήσατε· γεμίσατε τὰ πόρια ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν Χανάαν,

καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ· καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς.

σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν, καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε·

καὶ μὴ φείσησθε τοις ὀφθαλμοῖς ὑμῶν τῶν σκευῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.

ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκεν δὲ ἸωσὴΦ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν·

καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς, καὶ τῷ Βενιαμεὶν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἀλλασσούσας στολάς·

καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτά, καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.

nἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.

καὶ ἀνέβησαν ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χανάαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν,

καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι Ὁ υἱός σου ἸωσὴΦ ζῇ καὶ οὗτος ἄρχει πάσης τῆς γῆς Αἰγύπτου. καὶ ἐξέστη ἡ διάνοια Ἰακώβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.

ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ ἸωσήΦ, ὅσα εἶπεν αὐτοῖς· ἰδὼν δὲ τὰς ἃς ἀπέστειλεν ἸωσὴΦ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ μὰ Ἰακὼβ τοῦ πατρὸς αὐτῶν. εἶπεν δὲ Ἰσραήλ Μέγα μοί ἐστιν εἰ ἔτι ὁ υἱός μου ἸωσὴΦ ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.