Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ Tovro ποιήσατε, καὶ ζήσεσθε· τὸν θεὸν γὰρ ἐγὼ φοβοῦμαι.

εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν,

καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον καταγάγετε πρὸς μέ, καὶ πιστευ- θήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως.

καὶ εἰπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ναί, ἐν ἁμαρτίᾳ γάρ αὐτοῦ ὃτε κατεδέετο ἡμῶν καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ἕνεκεν τούτου ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ θλίψις αὕτη.

ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν [*](6 ἄρχων] pr ο E 7 ἐπέγνω] + αὐτοὺς D | ἀπ’ αὐτὸ] Ε* (ω superscr Eb?) DEF 8 επεγνωσαν] ἔγνω. E 9 ἐνυπνίων] + αὐτοῦ E I ἔιδεν DE I χωρας] γῆς D (γ[ης]) E 10 πριασασθαι] πρίασθαι D πρίασθε E 12 om εἶπεν ’δε αυτοις Ε 13 om γῆ Ε 14 ο DE] τὸ Α 15 φανεῖσθε] φανήσεσθε Ε νη’] μὰ DEF νη’ Fame) | υγιαν ADF] ὑγείαν E 16 ἕως του] om του Ε νη’ ΑDF] μὰ E | υγιαν AF] ὑγείαν E | εἰ μὴν AF] η μὴν D om E 18 αὐτοῖς] + [ Ιωσ]ηφ D Ι ποιήσεται E | ζήσεσθε] σωζεσθε E | ’τον θέον γὰρ] ’τον γὰρ θέον DE 19 ει DF] η ΑΕ | κατασχεθητω εἰς D | ἀπαγάγετε] αγοπασατε Ε 20 καταγαγετε] ἀγάγετε D sil (αγαγ]εται D) D) EF 21 Ε Ι ἁμάρτια AD (a[μαρ]τια) ἁμαρτίαις EF ι ὑπερείδομεν D silEF Ι τῆ Α A1) Ι ore] ὅτι A* ὅτε A1) | η θλίψις] pr πάσα E 22 Ρουβειν E)

84
[*](Α) αὐτοῖς ὐκ ἐλάλησα ὑμῖν λέγων Μὴ ἀδικήσητε τὸ παιδάριον ; καὶ οὐκ εἰσηκούσατέ μου· καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.

αὐτοὶ δὲ [*](¶ D) οὐκ ᾔδεισαν ὅτι ἀκούει Ἰωσήφ, ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ¶

ἀποστραΦεὸς ῥαφεὶς δὲ ἀπ’ αὐτῶν ἒκλαυσεν ἸωσήΦ. καὶ πάλιν π ροσἡλθεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβεν τὸν Συμεὼν ἀπ’ αὐτῶν, καὶ ἒδησεν αὐτὸν ἐναντίον αὐτῶν.

ἐνετείλατο δὲ Ἰωσὴφ ἐμπλῆσαι τὰ ἂδησεν αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως.

καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὂνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν.

λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ, δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ οὗ κατέλυσαν, ἴδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου.

καὶ εἶπεν τοῖς ἀδελΦοῖς αὐτοῦ Ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῶ [*](§F) μαρσίππῳ μου. καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ § ἐταράχθησαν πρὸς [*](§ D §) ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν ;

ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανάαν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς λέγοντες

λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρά, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῆ ὡς κατασκοπεύοντας § E τὴν γῆν.’ §

εἲπαμεν δὲ αὐτῷ Εἰρηνικοί ἐσμεν, οὐκ ἐσμὲν κατάσκοποι.

δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὐπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον εἰς γῆν Χανάαν.

εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὃς ὁ κύριος τῆς γῆς Ἐν τούτῳ γνωσόμεθα ὃτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὦδε μετ’ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν λαβόντες ἀπέλθατε·

καὶ ἀγάγετε πρὸς με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ’ ὅτι εἰρηνικοί ἐστε· καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῆ γῇ ἐμπορεύεσθε.