Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόΦΘοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραώ. καὶ ἦν ἐνύπνιον.

ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἀποστείλας ἐκάλεσεν ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον· καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ.

καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον.

Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῆ ἐν τῷ οἴκῳ τοῦ ἀρχιδεσμοφύλακος, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν·

καὶ ἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ, ἐγὼ καὶ αὐτός· ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον ἴδομεν.

ἦν δὲ ἐκεῖ μεθ’ ἡμῶν νεανίσκος παῖς Ἐβραῖος τοῦ ἀρχιμα- γείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν.

ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν, οὕτως καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι.

Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσεν τὸν Ἰωσήφ, καὶ ἐξήγαγεν αὐτὸν ἐκ τοῦ ὀχυρώματος. ·καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ· καὶ ἦλθεν πρὸς

εἶπεν δὲ Φαραὼ τῷ Ἰωσήφ Ἐνύπνιον ἑώρακα, καὶ ὁ [*](XLI 2 ἐκ] ἔπι Ε Ι ἀναβαῖνον Α | τὼ ειδει] τῆ ὄψει D Ι ἐβόσκοντο] ενε. DE τὸ E 3 ἄλλαι ’δε ἔπτα β.] καὶ ἴδου ἔπτα β. ἕτεραι E | μέτα ταυτας] ὀπίσω ἀυτῶν Ε | αισχραι] πόνηραι Ε | σαρξὶν] + ὄιας οὐκ ἔιδον τοιαύτας ἐν ὀλὴ τῆ γῆ Αἰγύπτου αἰσχροτέρας Ε | om κα ενεμοντο...εν τὼ ἄχει E | αἰ βόες] πάρα τὰς βόας D | om ἐν τὼ ἄχει D 4 αισχραι] + τῆ ὁράσει D Ι τὰς εκλεκτας] om τὰς D + καὶ οὐ διάδηλοι εγενοݲ ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὖ. τῶν E 5 ενυπνιασυη] ην[υ]πνιασ[θη] D 6 μετ’ αὐτοὺς] μέτα τούτους η μέτα] τούτους D) 8 τὸ ενυπνιον] + αὐτοῦ D 10 τοῖς παισὶν] pr πρὸς E Ι ἀρχιδεσμοφύλακος] ἀρχιμαγείρου DE 11 εἴδομεν (Ι°) D | ενυπντου Ι°] pr ἕκαστος D (ε[κ]ασ[τος] D) + ἀμφότεροι Ε j καὶ 2° pr τε D τ[ε και]) E | ἕκαστος Α α? mg | Ι τὸ αὐτοῦ ἐν. Aa?E] τὸ αὐτὸ ἐν. Α τὸ ἐν. αὐτοῦ D Ι εἴδομεν (2°) DE 13 επι] εἰς Ε | om μου Ε 14 [εξ]ηγαγον D ἐξήγαγον Ε 15 ἑώρακα] εορα D ἑόρακα... [ = εορα κα[ι] ?] D))

80
[*](A) συγκρίνων αὐτὸ οὐκ ἒστιν. ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά.

ἀποκριθείς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν Ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ.

ἐλάλησεν δὲ Φαραὼ τῷ Ἰωσὴφ λέγων Ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ·

καὶ ὢσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξίν, καὶ ἐνέμοντο ἐν τῷ ἄχει·

καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς καὶ ἐνέμοντο ἐν τῷ ἄχει· οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ αἰσχροτέρας·

καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς,

καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν. ἐξεγερθεὶς δὲ ἐκοιμήθην.

καὶ ἴδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί·

ἂλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόΦθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν·