Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀποκριθείς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν Ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ.

ἐλάλησεν δὲ Φαραὼ τῷ Ἰωσὴφ λέγων Ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ·

καὶ ὢσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξίν, καὶ ἐνέμοντο ἐν τῷ ἄχει·