Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἰσῆλθεν δὲ πρὸς αὐτοὺς τὸ πρωὶ Ἰωσήφ, καὶ ἴδεν αὐτοὺς καὶ ἦσαν τεταραγμένοι.

καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῆ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Tt ὃτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον ;

οἱ δὲ εἶπαν αὐτῷ Ἐνύπνιον ἴδομεν, καὶ ὁ συγκρίνων αὐτὸ οὐκ ἔστιν. εἶπεν δὲ αὐτοῖς Ἰωσήφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστίν ; διηγήσασθε οὖν μοι.