Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.

καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ·

καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.

καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ.

καὶ ἴδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτί, ὃεασις τοῦ ἐνυπνίου αὐτοῦ, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιὸς οἳ ἦσαν τῶ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.

εἰσῆλθεν δὲ πρὸς αὐτοὺς τὸ πρωὶ Ἰωσήφ, καὶ ἴδεν αὐτοὺς καὶ ἦσαν τεταραγμένοι.

καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῆ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Tt ὃτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον ;

οἱ δὲ εἶπαν αὐτῷ Ἐνύπνιον ἴδομεν, καὶ ὁ συγκρίνων αὐτὸ οὐκ ἔστιν. εἶπεν δὲ αὐτοῖς Ἰωσήφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστίν ; διηγήσασθε οὖν μοι.

καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ [*](19 ο κύριος] + αὐτοῦ (D vid)E | om καὶ E 20 ἔλαβεν] λαβὼν DE | DE om καὶ 2° DE Ι κατέχονται] κατείχοντο E 21 ἀρχιδεσμοφύλακος] δεσμοφύλακος E 22 ἀπηγμένους] εγκεκ[λισμε]νου[ς] D ἐγκεκλεισμένους E 23 αρχιδεσμοΦυλαξ] + του δεσμωτηρίου D του δεσμω[τηρι]ου) E | om τὸ D XL 1 βασιλέι] pr τὼ D 2 om ἔπι Ι° D Ι om ἔπι τὼ αρχιοινοχ. καὶ ἔπι ὦ αρχισιτοπ. E 3 ἀρχιδεσμοφύλακι] αρχοδεσ,πΦθάλο] D Ι οὐ] ὀποῦ D ΙωσηΦ ἀπῆκτο ἔκει] ἢν ΙωσηΦ E 4 om καὶ παρέστη αὐτοῖς D (Dvid) παρεστη] παρεστησεν E 5 ’ D sil (D vid)| om am αμΦοτεροι Ε |νυκτι] Φυλα[κη] D | αυτου, ο αρχιονοχοος και o αρχιτοποιος] του [αρχι]ιονοχοου αὐτοὺς αρχισιτοποι[ου] D 6 Trpos aurous I. ro πρωι D sil (D vid) I. προς αυτους τω 7 τω τω κυριω] του κυρι[ου] ἀυτῶν] 8 euroF DE | ειδομεν DE | OVK ecrriv avro DE | Iwcrrjfi αυτοις E αυτων] αυτου Ε)

78
[*](A) τῷ ἸωσὴΦ καὶ εἶπεν Ἐν τῷ ὕπνῳ μου ἢν ἄμπελος ἐναντίον μου.

ἐν ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλα- στούς· πέπειροι οἱ βότρυες σταφυλῆς.

καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ πωήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ.

καὶ εῖπεν αὐτῷ ’lωσήφ τοῦτο ἡ σύγκρισις αὐτοῦ. οἱ τρεῖς πυθμένες τρεῖς ἡ εἰσίν·

ἒτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου, καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοίαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν·

ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται, καὶ ἐμοὶ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραώ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου·

ὃτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἐβραίων, καὶ οὐκ οὐκ ἐποίησα οὐδέν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.

καὶ ἴδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν, καὶ εἶπεν τῷ Ἰωσήφ κἀγὼ ἴδον ἐνύπνιον, καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου·

ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενημάτων ὦν ὁ βασιλεὺς Φαραὼ ἐσθίει, ἔργον σιτοποιοῦ· καὶ τὰ πετεινὰ τοῦ οὐρα- νοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου.

ἀποκριυεὶς δὲ ἸωσὴΦ εἶπεν αὐτῷ Αὕτη ἡ σύγκρισις αὐτοῦ. τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν·

ἒτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ.

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῆ τρίτη ἡμέρα γενέσεως ἦν Φαραώ. καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισι- τοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ.