Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ θεὸς πρὸς Κάιν Ποῦ ἐστιν Ἅβελ ὁ ἀδελφός σου; ὁ δὲ εἶπεν Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰ μί’ ἐγώ;

καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνή αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς.

καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἢ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου.

ὄτι ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.

καὶ εἶπεν Κάιν πρὸς τὸν κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.

εἰ ἐκβαλεῖς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.