Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

§ Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν [*](§ D) υἱόν. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα Ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἅβελ, ὃν ἀπέκτεινεν Κάιν.

καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.

Αὔτη ἡ βίβλος γενέσεως ἀνθρώπων. ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν·

ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν εἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ.

ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι οἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν.

Ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἐνώς.

καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέῥᾶς. [*](17 om του υἱοῦ D 18 ἐγεννήθη DE | Μαιηλ Ι°] Μαουια D Μαουιηλ DE E Ι Μαιηλ 2°] Μαουιηλ D Μαουιηλ Ε 20 Ιωβηδ E 22 χαλκευς] Ε 23 ἐμοὶ 2°] μοι Ε 25 επωνομασεν] πω sup ras 18 litt 26 post θݲυݲ ras 8 litt Α V Ι post ανݲωݲνݲ ras 4 litt Α 2 Ε | ἀυτῶν Αδαμ] litt ὢν Αδαμ sup ras Α 1?a? αὐτοῦ Αδαμ D 3 τριακοντα καὶ διακόσια D (..κοντα καὶ δία..) Ε | ἐγέννησε D | κατ’ 4 μέτα τὸ γενν. sup ras Α 1 5 ἐγένοντο sup ras Α ?vid | τριακ. καὶ ενν. D sil 6 πέντε καὶ διακ. D sil E 7 ἔπτα ἔτη καὶ επτακ.)

8
[*](A)

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια δώδεκα ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν.