Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Κάιν πρὸς τὸν κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.

εἰ ἐκβαλεῖς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.

καὶ εἶπεν οὐτῶ Κύριος ὁ θεός Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο κύριος ὁ θεὸς σῃμεῖον τῷ Κάιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.

ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ [*](§ D) κάτεναντι Ἔδεμ.

Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ, καὶ § συλλαβοῦσα ἔτεκεν τὸν Ἑνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν· καὶ ἐπωνόμασεν τὴν πόλιν [*](DE) [*](24 χερουβιμ Ε IV 1 συνέλαβεν καὶ] συλλαβοῦσα D sil E 3 κυρίω] θὼ Ε 5 ἔπι Ι°] ἔπει Ε | ταῖς θυσίαις AD (θυσι...)] τοις 7 προσενεγκεις Ε 9 ο θεος] pr κݲςݲ Ε | om ἐστιν Ε τι]+του τοῦτο Ε b) 11 ἄπο τῆς γῆς Ε 13 ’τον κݲνݲ τον θݲνݲ E Ε Ι πᾶς ο εὕρ’.] pr ἔσται Α b? mg E)

7
ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ.

ἐγενήθη δὲ τῷ Ἑνῶχ Γαιδάδ, [*](A) καὶ Γαιδὰδ ἐγέννησεν τὸν Μαιήλ, καὶ Μαιὴλ ἐγέννησεν τὸν Μαθουσαλά, καὶ Μαθουσαλὰ ἐγέννησεν ¶ τὸν Λάμεχ.

καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο [*](¶ D) γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σέλλα.

καί ἔτεκεν Ἄδα τὸν Ἰωβέλ· οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.

καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.

Σελλὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ Νοεμά.

εἶπεν δὲ Λάμεχ ταῖς ἑαυτοῦ

  • Ἄδα καὶ Σέλλα, ἀκούσατέ μου τῆς φωνῆς·
  • γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους·
  • ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί,
  • καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
  • ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάιν,
  • ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά,
  • § Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν [*](§ D) υἱόν. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα Ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἅβελ, ὃν ἀπέκτεινεν Κάιν.

    καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.

    Αὔτη ἡ βίβλος γενέσεως ἀνθρώπων. ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν·

    ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

    ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν εἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ.

    ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

    καὶ ἐγένοντο πᾶσαι οἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν.

    Ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἐνώς.