Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ, καὶ εἶπεν Κοιμήυητι μετ’ ἐμοῦ.

ὁ δὲ οὐκ ἤθελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ ὁ κύριός μου οὐ γινώσκει δι’ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὃσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου,

καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ αὐτοῦ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ’ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ ;

ἡνίκα δὲ ἐλάλει Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ’ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ.

ἐγένετο δὲ τοιαύτη τις ἡμέρα. εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν τοῦ ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν ἐν τῇ οἰκίᾳ ἔσω·

καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων αὐτοῦ λέγουσα κοιμήθητι μετ’ ἐμοῦ. καὶ καταλείπων τὰ ἱμάτια αὐτοῦ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.

καὶ ἐγένετο ὡς εἶδεν ὃτι κατέλειπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἒΦυγεν καὶ ἐξῆλθεν ἔξω,

καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα Ἲδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον εἰν εἰοῆλθεν εἰσῆλθεν πρὸς μὲ λέγων κοιμήθητι μετ’ ἐμοῦ· καὶ φωνῇ μεγάλῃ.

ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν μου καὶ ἐβόησα, καταλείπων τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.

καὶ καταλιμπάνει τὰ ἱμάτια παρ’ ἑαυτῇ ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.

καἰ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα Εἰσῆλθεν πρὸς μὲ ὁ παῖς ὁ Ἐβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι, καὶ εἶπέν μοι κοιμήθητι μετ’ ἐμοῦ.

ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, κατέλειπεν τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ καὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.

ἐγένετο δὲ ὡς ἤκουσεν [*](DE) [*](5 αυτω 2°] ἀυτῶ D | αὐτοῦ D | ἀγρῶ] + αὐτοῦ D 6 επεστρεψεν] επετρε D sil | κατ’ αὐτὸν DE | om αὐτὸς D 8 τῆ γυναικι] η γυνὴ E | om 61 ἐμὲ E | oiiSev] οὐθὲν D οὐδὲν τῶν Ε Ι εστιν] ἢν E 9 υπερεχει] ὑπάρχει D αυτ(??)υ Ι°] ταύτῃ D | υπεξειρ. AE υφεξηρ. D | οὐθὲν Ε Ι om πὼς E 10 ΙωαηΦ] pr τὼ DE (Ιοσ. Ε* Ιωσ. Eb) | ὑπήκουεν] [υ]πηκουσεν D ὑπήκουσεν Ε ἀυτὴ Ι° ἀύτης Ε | μετ’ αυτης] μεθ’ ἑαυτῆς Ε 11 του ποιεῖν] om του D Ι ἐν τῆ οἰκία] pr τῶν DE 12 om τῶν ἱματίων αὐτοῦ Ε Ι καταλιπὼν Καταλιπων κάτα. λείπω E Ι τὰ ἱμάτια αὐτοῦ] om αὐτοῦ E + ἐν ταῖς χερσὶν ἀύτης D sil (D vid) Ε 13 ἴδεν D | κατέλιπεν D 14 om καὶ I° D Ι ἴδετε E] εἴδετε AD 15 κάτα. λι[πω]ν DE 16 ἱμάτια] + αὐτοῦ E Ι ο κύριος] + ΙωςηΦ D + αὐτοῦ Ε 17 om πρὸς ἧμας E j κοιμήθητι μετ’ ἐμοῦ] [κ]οιμη[θησ]ομαι μέτα σου D κοιμηθησομαι μ. σ. E 18 κατέλιπεν D)

77
ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησεν πρὸς αὐτὸν [*](Α) λέγουσα οὕτως ἐποίησέν μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ.

καὶ ἔλαβεν ὁ κύριος Ἰωσὴφ καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῳ

καὶ ἦν κύριος μετὰ Ἰωσὴφ καὶ κατέχεεν αὐτοῦ αὐτοῦ καὶ ἔ αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος.

καὶ ἔδωκεν ὁ ἁ δεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς ἸωςὴΦ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ.

΄οὐκ ἦν ὁ ἀρχιδεσμοΦύλαξ γινώσκων δι’ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς ἸωσύΦ, διὰ τὸ τὸν κύριον μετ’ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.

καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ·

καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.