Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἦν κύριος μετὰ Ἰωσὴφ καὶ κατέχεεν αὐτοῦ αὐτοῦ καὶ ἔ αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος.

καὶ ἔδωκεν ὁ ἁ δεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς ἸωςὴΦ καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ.

΄οὐκ ἦν ὁ ἀρχιδεσμοΦύλαξ γινώσκων δι’ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς ἸωσύΦ, διὰ τὸ τὸν κύριον μετ’ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.

καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ·

καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.

καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ.

καὶ ἴδον ἀμφότεροι ἐνύπνιον, ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτί, ὃεασις τοῦ ἐνυπνίου αὐτοῦ, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιὸς οἳ ἦσαν τῶ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ.

εἰσῆλθεν δὲ πρὸς αὐτοὺς τὸ πρωὶ Ἰωσήφ, καὶ ἴδεν αὐτοὺς καὶ ἦσαν τεταραγμένοι.

καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῆ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων Tt ὃτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον ;