Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐπέγνω δὲ Ἰούδας καὶ εἶπεν Δεδικαίωται Θαμὰρ ἢ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.

ἐγένετο δὲ ἡνίκα ἒτεκεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.

ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα Οὖ τος ἐξελεύσεται πρότερος.

ἠὼς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπεν Tt διεκόπη διὰ σὲ φραγμός ; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φάρες.

καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ’ ᾧ ἦν ἐπὶ τὴν χεῖρα αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζάρα.

ἸωσὴΦ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν ΠετεΦρῆς ὁ εὐνοῦχος Φαραὼ ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν Ἰσμαηλει τῶν,οἳ κατήγαγον αὐτὸν ἐκεῖ.

καὶ ἦν κύριος μετὰ Ἰωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῶ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ.

ᾒδει δὲ ὁ κύριος αὐτοῦ ὃτι Κύριος μετ’ αὐτοῦ, καὶ oaa ὂν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.

καὶ εὗρεν 'ΙςσήΦ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ· καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἒδώκεν διὰ χειρὸς ἸωσήΦ.

ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα ὃσα ἦν αὐτῷ, καὶ ηὐλόγησεν Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ ἸςσήΦ. καὶ ἐγενήθη εὐλογία Τυρίου ἐπὶ πᾶσιν τοῖς [*](22 ἐνταῦθα] ὧδε D sil 23 καταγελασθῶμεν] με sup ras Α1 | μὲν] + γὰρ E DE 24 ἀνηγγέλη jysilE j τὼ Ιουδα] om τὼ Z) του Ιουδα Ε 25 ἀγομένη] ἅπα γομενη D Ι τινος ADE 26 οὐ 2° om Α* (superset Aa?) ετικτεν DE Ι κοιλία] γάστρι DE 28 χεῖρα Ι°] + αὐτοῦ E Ι κοκκ. Χειρα αὐτοῦ Ε 29 om καὶ Ι° D D τοῦτο 30 τοῦτον AaE | ἔπι την χεῖρα] ἐν τῆ χειρὶ Ε XXXIX 1 1 ο εὐνοῦχος Φαραω ο ἀρχιμάγειρος] om ο 2° D ο αρχιμαγηρος Φαραω sup ras pi litt Ea | ἀνὴρ] pr ρος Ε* (om Εα) Ι χείρων] χειρὸς D Ι σμαηλειτων] τῶν Ισμαηλιτων D sil Ισμαηλ λέγων Ε 2 ὦ κυρίω] + αὐτοῦ D sil (...oυ D) om τὼ Ε 3 ἔαν DE | ποίει Ε 4 ἐνάντιον] ἐνώπιον D Ι ευηρεστει] ευηρεστησεν D ευηρεστη Ε | του οἴκου] φης οἰκίας Ε 5 ευλογη[σεν] D Ι ἔπι πᾶσιν] ἐν πάσι D silE)

76
[*](Α) αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ.

καὶ ἐπέστρεψεν πάντα ὃσα ἦν αὐτῷ εἰς χεῖρας ἸωςήΦ, καὶ οὐκ ἤδει τῶν καθ’ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός. καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ σΦόδρα. σφόδρα.

καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ, καὶ εἶπεν Κοιμήυητι μετ’ ἐμοῦ.

ὁ δὲ οὐκ ἤθελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ ὁ κύριός μου οὐ γινώσκει δι’ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὃσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου,

καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ αὐτοῦ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ’ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ ;

ἡνίκα δὲ ἐλάλει Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ’ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ.

ἐγένετο δὲ τοιαύτη τις ἡμέρα. εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν τοῦ ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν ἐν τῇ οἰκίᾳ ἔσω·

καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων αὐτοῦ λέγουσα κοιμήθητι μετ’ ἐμοῦ. καὶ καταλείπων τὰ ἱμάτια αὐτοῦ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.

καὶ ἐγένετο ὡς εἶδεν ὃτι κατέλειπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἒΦυγεν καὶ ἐξῆλθεν ἔξω,

καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα Ἲδετε, εἰσήγαγεν ἡμῖν παῖδα Ἑβραῖον εἰν εἰοῆλθεν εἰσῆλθεν πρὸς μὲ λέγων κοιμήθητι μετ’ ἐμοῦ· καὶ φωνῇ μεγάλῃ.

ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν μου καὶ ἐβόησα, καταλείπων τὰ ἱμάτια αὐτοῦ παρ’ ἐμοὶ ἔφυγεν καὶ ἐξῆλθεν ἔξω.