Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὗτοι δὲ υἱοὶ Ῥεισών· Ὢς καὶ Ἀράμ.

οὗτοι ὕε ἡγεμόνες Χορρεί. ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν Ἀνά,

ἡγεμὼν Δήσων, ἡγεμὼν Σόαρ, ἡγεμὼν γεισῶν· οὗτοι ἡγεμόνες Χορρεὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.

Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰερουσαλήμ.

καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βὰλακ υἱὸς τοῦ Βεὼρ, καὶ ὄνομα τῆ πόλει αὐτοῦ Δεννάβα.

ἀπέθανεν δὲ Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἰωβὰδ υἱὸς Σάρα ἐκ Βοσόρρας

απέθανεν δε Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἁσὸμ ἐκ γῆς Θεμανῶν.

ἀπέθανεν δὲ Ἀσόμ, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιάμ ἐν τῷ πεδίῳ Μαωάβ. καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθόιμ.

ἀπέθανεν δὲ Ἁδάδ, καὶ ἐβασίλευσεν ἀντ’ αὖ- τοῦ Σαλαμὰ ἐκ Μασέκκασ.

ἀπέθανεν δὲ Σαλαμά, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν.