Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Αὗται δὲ αἱ γενέσεις Ἠσαῦ· αὐτός ἐστιν Ἐδώμ.

Ἠσαὺ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἄδα, θυγα- τέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ὀλιβεμά, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὑαίου,

καὶ τὴν Βασεμμάθ, θυγατέρα Ἰσμαήλ, ἀδελφὴν Ναβαιώθ.

ἔτεκεν δὲ Ἄδα τῷ Ἠσαὺ τὸν Ἐλιφάς, καὶ Βασεμμὰθ ἔτεκεν τὸν Ῥαγουήλ,

καὶ ’Oλιβεμὰ ἔτεκεν τὸν Ἰεοὺς καὶ τὸν Ἰεγλὸμ τὸν Τόρε· οὗτοι υἱοὶ Ἠσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῆ̣ Χανάαν.

ἔλαβεν δὲ Ἠσαὺ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανάαν· καὶ ἐπορεύθη ἐκ γῆς Χανάαν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ

καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθοῦς τῶν ὑπαρχόντων αὐτῶν.

ᾤκησεν δὲ Ἠσαὺ ἐν τῷ ὄρει Σηείρ· Ἠσαὺ αὐτός ἐστιν Ἐδώμ.

Αὗται δὲ αἱ γενέσεις Ἠσαὺ πατρὸς ἐν τῷ ὄρει Σηείρ.