Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὴν γῆν ἢν δέδωκα Ἀβραὰμ καὶ Ἰσαάκ, σοὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

ἀνέβη δὲ ὁ ἀπ’ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ’ αὐτοῦ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ’ αὐτοῦ, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδήν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον.

καὶ ἐκά Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ’ αὐτοῦ ἐκεῖ ὁ

Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ τοῦ πύργου Γάδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθὰ εἰς γῆν ἐλθεῖν Ἐφράθα, ἔτεκεν Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.

ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός ἐστιν υἱός.

ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκεν γάρ, ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμείν.

ἀπέθανεν δὲ Ῥαχήλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφράθα· αὕτη ἐστὶν Βηθλέεμ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ῥαχὴλ ἕως τῆς σήμερον ἡμέρας