Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτῷ ὁ θεός Τὸ ὄνομά σου οὐ ἔτι Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

εἶπεν δὲ αὐτῷ θεός Ἐγὼ ὁ θεός σου· αὐξάνου καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἑ

καὶ τὴν γῆν ἢν δέδωκα Ἀβραὰμ καὶ Ἰσαάκ, σοὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

ἀνέβη δὲ ὁ ἀπ’ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ’ αὐτοῦ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ’ αὐτοῦ, στήλην λιθίνην· καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδήν, καὶ ἐπέχεεν ἐπ’ αὐτὴν ἔλαιον.

καὶ ἐκά Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησεν μετ’ αὐτοῦ ἐκεῖ ὁ

Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθὴλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ τοῦ πύργου Γάδερ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθὰ εἰς γῆν ἐλθεῖν Ἐφράθα, ἔτεκεν Ῥαχήλ· καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.

ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα Θάρσει, καὶ γὰρ οὗτός ἐστιν υἱός.

ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκεν γάρ, ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμείν.

ἀπέθανεν δὲ Ῥαχήλ, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφράθα· αὕτη ἐστὶν Βηθλέεμ.

καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ῥαχὴλ ἕως τῆς σήμερον ἡμέρας

ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν καὶ ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.

Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα·

υἱοὶ Λείας πρωτοτόκους [*](7 ἐπέφανεν D | ἀποδιδράσκειν αὐτὸν] + αποδι[δρασκ]ιν D αὐτὸν αποδιδρασκειν E 8 Ρεββωρα Ε | Ρεβεκκας] + καὶ ἐτάφη D | κατωτέρω D 9 Μεσοπ. της] τῆς Μεσοπ. Ε Ι εὐλόγησεν D sil (D vid) 10 om ο θεὸς D | τὸ ὄνομα σου Ι°] + Ιακωβ DE | ἔτι Ιακωβ ἀλλ’ sup ras Aa ἔτι I. ἀλλ’ 11 om και 2° D 12 δέδωκα Ι°] ἔδωκα E | καὶ τὼ σπ. σου] pr D sil (D vid) 14 ἐπ’ αυτην] ἐπ’ ἀύτης D (bis ?) 16 Γαδερ] Γαβερ 17 ἀυτὴ η μαία θάρσει sup ras Λαί | ἐστιν] pr σοι D sil E 18 αυτην] αφειναι αυτης Ε | εκαλεσεν 1°] + δε Ε | om αὐτὸν 2° D sil E E 21 ἐν τῆ γῆ ἐκ. Ιηλ E | ἐπορεύθη] π et εὑ sup ras εὑ s r 4 litt) A1 22 οἱ υἱοὶ] om οἱ Ε)

68
[*](A) Ἰακὼβ Ῥουβήν, Συμεών, Λευείς, Ἰούδας, Ἰσσαχάρ, Ζαβουλών·

υἱοὶ δὲ Ῥαχὴλ Ἰωσὴφ καὶ Βενιαμείν·

υἱοὶ δὲ Βάλλας παιδίσκης Ῥαχὴλ Δὰν καὶ Νεφθαλείμ·

υἱοὶ δὲ Ζέλφας παιδίσκης λείας Γὰδ καὶ Ἀσήρ· οὗτοι οἱ υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.

Ἦλθεν δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς ἡ, εἰς πόλιν τοῦ πεδίου· αὕτη ἐστὶν Χεβρὼν ἐν γῇ Χαναάαν, οὗ Ἀβραὰμ καὶ Ἰσαάκ.

ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαὰκ ἃς ἔτη ἑκατὸν ὀγδοήκοντα.

καὶ ἐκλιπὼν ἀπέθανεν, καὶ προσεπρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ ἔθαψαν αὐτὸν Ἠσαὺ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.