Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμὼρ καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ Ἐμμώρ.

καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

ἦλθεν δὲ Ἐμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς πύλην τῆς πόλεως αὐτῶν, καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες

Οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσιν· μεθ’ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν· τὰς θυγατέρας αὐτῶν λημψόμεθα ἡμῖν γυναῖκας, κἀς, καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.

μόνον ἐν τούτῳ ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ’ ἡμῶν ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτέμνεσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται.

καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ αὐτῶν οὐχ ἡμῶν ἔσται ; μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς, καὶ οἰκήσουσιν μεθ’ ἡμῶν.

καὶ εἰσήκουσαν Ἐμμὼρ καὶ Συχὲμ υἱοῦ αὐτοῦ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην.

ἐγένετο δὲ ἐν τῆ ἡμέρᾳ τῆ τρίτη ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευί, ἀδελφοὶ Δεῖνας, ἕκαστος τὴν μάχαιραν αὐτοῦ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν [*](13 ’δε Εamg | οἱ υἱοὶ] om οἱ E | Ερμων Ἕρμων E 14 υἱοὶ ’δε] pr E om ’δε DE | τοῦτο] pr τὸ ῥῆμα D sil ρη[μα] D) E 15 ομοιωθησω- Ε | κατοικησομεν D sil | γένησθε] γενήσεσθε E | περιτμηθῆναι] 16 ἥμιν] ὕμιν Α | οἰκήσομεν D (...κησομ[εν]) E αυ]τη D 23 καὶ τὰ ὐπ’. κα τὰ αυτων] καὶ τὰ τετρ. καὶ τὰ ὐπ’. υπαρχον]τα D) ἀυτῶν DE + και τα ὑπάρχοντα ἀυτῶν Α* (om Aa?) Ι ομοιωθωμεν] ομοιωθησομε[θα] D | οἰκήσουσιν μεθ’ ημων] οἰκήσωμεν μετ’ ἀυτῶν D 24 εἰσήκουσαν D sil E] εἰσήκουσεν Α | του υἱοῦ] om του E | περιετεμον E | πᾶς αρσην] πὰν ἄρσεν E 25 ἐν πόνω E | om δύο E | Λευει D Λευις E)

66
[*](A)

τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας, καὶ ἔλαβον τὴν Δεινὰ ἐκ τοῦ οἴκου τοῦ Συχέμ, καὶ ἐξῆλθον.

οἱ δὲ υἱοὶ Ἰακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας, καὶ διήρπασαν τὴν πόλιν ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν·

καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον.

καὶ πάντα τὰ σώματα καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ἀν’· καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις.

εἶπεν δὲ Ἰακὼβ Συμεὼν καὶ Λευί Μισητόν με πεποιή- ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσιν τὴν γῆν ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσίν με, καὶ ἐκτρίβομαι ἐγὼ καὶ ὁ οἶκός μου.

οἱ δὲ εἶπαν Ἀλλ' ὡσεὶ πόρνῃ χρήσωνται τῇ ἀδελφῇ ἡμῶν ;

Εἶπεν δὲ ὁ θεὸς πρὸς Ἰακώβ Ἀνασὰς ἀνάβηθι εἰς τὸν τόπον λ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαὺ τοῦ ἀδελφοῦ σου.

εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ’ αὐτοῦ Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν·

καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορευόμην.

καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν· καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.

καὶ ἐξῆρεν Ἰσραὴλ ἐκ Σικίμων· καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.

ἦλθεν δὲ Ἰακὼβ εἰς Λοῦζα ἥ ἐστιν ἐν γῇ Χανάαν, ἥ ἐστιν Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὃς ἦν μετ’ αὐτοῦ.