Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐξῆλθεν δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκεν τῷ Ἰακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐνχωρίων.

καὶ ἴδεν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμμὼρ ὁ Xορραῖος, ὁ ἄρχων τῆς γῆς· καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ᾿ αὐτῆς, καὶ ἐταπείνωσεν αὐτήν.

καὶ προσέσχεν τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ, καὶ ἠγάγπησεν τὴν παρθένον, καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.

εἶπεν δὲ Συχὲμ πρὸς Ἐμμὼρ τὸν πατέρα αὐτοῦ λέγων Λάβε μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα.

Ἰακὼβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Ἐμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δε υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῶ πεδίῳ· παρεσιώπησεν δὲ Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς.

ἐξῆλθεν δὲ Ἐμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς Ἰακὼβ λαλῆσαι αὐτῷ.

οἱ δὲ υἱοὶ Ἰακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύχθησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν Συχὲμ ἐν Ἰσραήλ, κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ· καὶ οὐχ οὕτως ἔσται.

καὶ ἐλάλησεν αὐτοῖς Ἐμμὼρ λέγων Συχὲμ ὁ υἱός μου προείλατο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα.

ἐπιγαμβρεύσατε ἡμῖν. τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν, καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν.

καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ ἰδοὺ ἡ γῆ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐνκτᾶσθε ἐν αὐτῇ.

εἶπεν δὲ Συχὲμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε ἡμῖν δώσομεν.

πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι [*](DE 15 ευρον] ευρηκα E 17 αυτω] εαυτω E | om εκει D 18 πολιν] pr την E | γη] τη Ε XXXIV 2 ειδεν D sil 3 αυτη] αυτην E 4 Συχεμ AD] Συχημ Ε 6 εξηλθον E | Εμμωρ] Ερμων E | om προς Ιακωβ D 7 om Συχεμ D 8 Εμμων Ε 9 επιγαμβρευσατε] και επιγαμβρευσασθε E 10 η γη ιδου D sil ([η γη ιδ]ου D) E | ενκτασθε] εκτασθαι Α* (ν superscr Α1?a?) εγκτασθε D vid D sil εκτασθε E | εν αυτη] επ αυτην Ε 11 om ημιν D sil E 12 δωσω] ποιησω Ε | καθοτι αν] καθο εαν E | om μοι E)

65
τὴν παῖδα ταύτην εἰς γυναῖκα.

ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ἰακὼβ τῷ [*](A) Συχὲμ καὶ Ἐμμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου, καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν.

καὶ εἶπαν αὐτοῖς καὶ Λευὶ οἱ ἀδελφοὶ Δεῖνας υἱοὶ δὲ Λείας Οὐ δυνησόμεθα ποιῆσαι τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ ὃς ὦι ἀκροβυστίαν· ἔστιν γὰρ ὄνειδος ἡμῖν.

ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν καὶ κατοικήσωμεν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν·

καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπὸ θυγατέρων ὑμῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσωμεν παρ’ καὶ ἐσόμεθα ὡς γένος ἕν.

ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτέμνεσθαι, λαβόντες τὰς θυγατέρας ἡμῶν ἀπελευσόμεθα.

καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Ἐμμὼρ καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ Ἐμμώρ.

καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

ἦλθεν δὲ Ἐμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς πύλην τῆς πόλεως αὐτῶν, καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες