Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἀναβλέψας δὲ Ἰακὼβ ἴδεν, καὶ ἰδοὺ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος, αὐτὸς καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ· καὶ ἐπιδιεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπὶ Ῥαχὴλ καὶ τὰς δύο

καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐΤῶν ἐν πρώτοις, Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ ’l

αὐτὸς δὲ παρῆλθεν ἔμπροσθεν αὐτῶν· καὶ προσεκύνησεν ἐπὶ ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ.

καὶ Ἠσαὺ εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ ποσέπεσεν ἐσὲν ἐπὶ τὸν τράχηλον αὐτοῦ· κα ἔκλαυσαν ἀμφότεροι.

καὶ ἀναβλέψας ἴδεν τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν ; ὁ δὲ εἶπεν Τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου.

καὶ προσήηισαν αἱ παιδίσκαι καὶ τὰ παιδία αὐτῶν, καὶ §

καὶ προσήγγισεν Λεία καὶ τὰ τέκνα αὐτῆς, καὶ [*](§D) μετὰ ταῦτα ποσήγγισεν Ῥαχὴλ καὶ Ἰωσήφ, καὶ προσεκύνησαν.

καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται αἷς ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐν ὀφθαλμοῖς σου,

δὲ Ἠσαύ Ἔστιν μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά.

εἶπεν ἑ Ἰακώβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν. ἕνεκεν τούτου ἴδον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με·

λάβε τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι, ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν.

καὶ εἶπεν Ἀπάραντες πορευθῶμεν ἐπ’ εὐθεῖαν.