Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἤκουσεν δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λαβὰν λεγόντων Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πε- ποίηκεν πᾶσαν τὴν δόξαν ταύτην.

καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον λαβάν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.

εἶπεν δὲ κύριος πρὸς Ἰακώβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.