Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δεινά. καὶ ἔστη τοῦ τίκτειν.

ἐμνήσθη δὲ ὁ θεὸς Ῥαχήλ· καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν·

καὶ συλλαβοῦσα ἔτεκεν Ἰακὼβ υἱόν. εἶπεν δὲ Ραχήλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·

καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ρον.

Ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν ἸωσήΦ, εἶπεν Ἰακὼβ Λαβάν Ἁπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.

ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, περὶ ὧν σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλίαν ἣν δεδούλευκά σοι.

εἶπεν δὲ αὐτῷ Λαβάν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.

διάστειλον τὸν μισθόν σου πρὸς μέ, καὶ δώσω σοι.

εἶπεν δὲ αὐτῷ Ἰακώβ Σὺ γινώσκεις δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ.

μικρὰ γὰρ ἦν ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος· καὶ ηὐλόγησέν σε Κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον ;

καὶ εἶπεν αὐτῷ Λαβάν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσεις μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.

παρελθάτω τὰ πρόβατά σου σήμερον, καὶ ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασιν καὶ πᾶν διάραντον καὶ λευκὸν ἐν ταῖς αἰξίν· ἱστᾶι μοι μισθός.

καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῆ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἄρνασιν, κεκλεμμένον ἔσται παρ’ ἐμοί.

εἶπεν δὲ αὐτῷ Λαβόν [*](19 Αἴα Α* Λεια Α a?) | om ἕκτον Ε 20 μοι θݲςݲ DE | ερετιει D(D vid) αιρετισει Ε | καὶ εκαλεσεν] ἐκάλεσεν ’δε Ε 21 om καὶ ἔστη του D sil E 22 Ραχηλ] pr τῆς D sil E Ι ηνεωξεν DE Ι τὴν μήτραν ἀύτης D 23 εἶπεν δε] καὶ εἶπεν Ε 24 μοι θεὸς D 26 τὰς γυναῖκας μου καὶ τὰ παίδια μου D sil | δεδουλευκα] ἐδούλευσα Ε bis 27 τῆ σὴ εἰσ’.] pr ἔπι D sil τῆ σὴ ὀδῶ Ε 28 διαστειλον] pr καὶ εἶπεν D | ’τον μισθὸν σου] μου ’τον μ. Ε | πρὸς με] πρὸς σε D | om σοι Ε 29 a] εἰ E 30 + σοι D sil Ι μου Ι°] ἐμοῦ D sil | εὐλόγησεν Ε Ι Kuptos] θݲςݲ Ε | ποδι] ποδιω Ε | καγω] καὶ eyw D | κἄγω ἐμαυτῶ sup ras Aa | οἶκον Aa σοι δώσω] τι ποιήσω σοι Ε | εἶπεν ’δε] καὶ εἶπεν Ε | οὐδὲν DE | ποιήσης E | om μοι 2° Ε 32 τὰ προβ.] pr πάντα D sil E | om σου Ε πὰν προβ. ἐκεῖθεν ὂν ἐν τοῖς αρνασιν καὶ πὰν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αιξαισιν Ε | διαρ. κ. λευκον] διάλευκον κ. ῥαντὸν D sil Ι εσται] pr καὶ D Ι μισθὸς] ς sup ras Aa 33 μισθος] om Ε | ενωπιον] ἐνάντιον Ε | om ἔαν D 34 om ἀυτῶ Ε | εστω])

56
[*](Α) κατὰ τὸ ῥῆμά σου.

καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.

καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ [*](¶ D) δὲ ἐποίμαινεν ¶ τὰ πρόβατα Λαβὰν τὰ ὑπολειφθέντα.

ἔλαβεν δὲ αὐτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκά, περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν ὃ ἐλέπισεν ποικίλον.

καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν τοῦ ὕδατος, ἵνα ὡς ἄν ἔλθωσιν τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν καὶ ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐνκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους.

καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά.

τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἔναν. τίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν.