Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς καὶ εἶπεν Ἐγὼ ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.

καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν [*](¶ D) καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ’ ἀνατολάς·’ καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς ἰῆς καὶ ἐν τῷ σπέρματί σου.

καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πόσῃ οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε [*](§D) ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.

καὶ Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι Ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.

καὶ ἐφοβήθη, καὶ εἶπεν Ὡς [*](DE 4 σου Ι°] μου D sil E | ἔδωκεν D sil E | θεοσ] pr Ε | om δε Ε 6 ηυλογησεν DE | ἑαυτὼ] ἀυτῶ D D θεν·) Ε 7 πατροσ] + αυτου DE | ἑαυτοῦ] αὐτοῦ D sil E Ι Me- 8 Ισαακ] Ησαυ Ε* Ησαακ Ε a?) 9 om Ησαυ Ε 11 ἔθηκεν D sil E | om ἐκείνω E 12 ἠνυπνιάσθη DE | αναβαινοντες και καταβαινοντες E | επ αυτη D 13 καθευδες Ε | σοι| συ 14 ως η] ωσει E | θαλασσης| γης DE | λιβα D] λιβαν A | βορρα D 16 απο] εκ E | ηδειν] ιδειν Ε)

51
φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἁλλ’ ἢ οἶκος θεοῦ, καὶ αὕτη [*](A) ἡ πύλη τοῦ οὐρανοῦ.

καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβεν λίθον ὃν ἔθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.

καὶ ἐκάλεσεν Ἰακὼβ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ· καὶ Οὐλαμμαὺς ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.

καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων Ἐὰν ἦ Κύριος ὁ θεὸς μετ’ ἐμοῦ, καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι,

καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι κύριος εἰς θεόν·

καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ· καὶ πάντων ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν Λαβὰν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ κοὶ Ἠσαύ.

καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ. ἦσαν ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπὶ τὸ αὐτό· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος.

καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

εἶπεν δὲ αὐτοῖς Ἰακώβ Ἀδελφοί, πόθεν ὑμεῖς; οἱ δὲ εἶπαν Ἐκ Χαρράν ἐσμεν.

εἶπεν δὲ αὐτοῖς Λαβὰν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν Γινώσκομεν.