Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  • καὶ δουλευσάτωσάν σοι ἔθνη,
  • καὶ προσκυνήσουσιν σοι ἄρχοντες·
  • καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου,
  • καὶ προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου.
  • ὁ καταρώμενός σε ἐπικατάρατος,
  • ὁ δὲ εὐλογῶν σε εὐλουημένος.
  • Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα τὸν Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἠσαὺ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας αὐτοῦ.

    καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ· καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἀωαστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσει με ἡ ψυχή σου.

    καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ τίς εἰ σύ; ὁ δὲ εἶπεν Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἠσαύ.

    ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε εἰσελθεῖν, καὶ ηὐλόγησα αὐτόν ; καὶ εὐλογημένος ἔστω.

    ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ἠσαὺ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν Ἠσαὺ φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν Εὐλόγησον δὴ κἀμέ, πάτερ.