Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Ἀβραὰμ τερον ἐκ τοῦ οὐρανοῦ λέγων

Κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ,

εἰ μὴν μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πλῆ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.

καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι ¶ σου πάντα τὰ ἔθνη, ἀνθ’ ὦν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

ἀπεστράφη δὲ Ἀβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου· καὶ κατῴκησεν Ἀβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.

[*](5 παίδιον] παθ[δ]αριπ[ον] D | αναστρεψωμεν AD | πρὸς ὑμὰς] ἐκεῖθεν D 6 ὁλοκαρπώσεως] ολοκαυτω... D Ι ελα[βεν] ’δε μ[ε]τα χε[ι]ρα καὶ τ[ο πυρ’] καὶ τὴν μαχαιρ[αν] D 7 καὶ εἶπεν] εἶπεν ’δε D Ι om εἴπας D | λέγων AD | ὁλοκάρπωσιν] ὁλοκαύτωσιν D 9 om Αβρααμ D 11 om ἀυτῶ D sil Ι om ο ’δε εἶπεν Α (hab D ο ’δε εἰ...) 12 σὺ ’τον ݲ D 17 εἰ μὴν AD 18 σπερI... D)
36
[*](Α)

Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηηέλη τῷ Ἀβραὰμ λέγοντες Ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχώρ τῷ ἀδελφῷ σου,

τὸν Ὢξ πρωτότοκον καὶ τὸν Bαὺξ ἀδελφὸν αὐτοῦ, καὶ τὸν Kαμουὴλ [*](§ D)πατέρα Σύρων, §

καὶ τὸν Χάσζαδ καὶ τὸν Ἁζαῦ καὶ τὸν φαλδὰς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ.

καὶ Βαθουὴλ ἐγέννησεν τὴν ῾Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοὶ οὓς ἔτεκεν Μελχὰ τῷ Ναχώρ τῷ ἀδελφῷ Ἀβραάμ.

καὶ ἡ παλλακὴ αὐτοῦ ᾗ ὄνομα Ῥεηρά, ἔτεκεν καὶ αὐτὴ τὸν Tάβεκ καὶ τὸν Tάαμ καὶ τὸν Tόχος καὶ τὸν Mωχά.

Ἐγένετο δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.

καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη Χεβρὼν ἐν γῇ Xανάαν. ἦλθεν δὲ Ἀβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.

καὶ ἀνέστη Ἀβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἀβραὰμ τοῖς υἱοῖς Xὲτ λέγων

Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.