Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

[*](6 ἐποίησεν μοι D (D vid) Ι ἔαν] ἀν’ D 9 ἑαυτῆς] αὖ... D 10 om D Dvid | τῆς παιδ.] + ταυ]της D 11 om Ισμαηλ D sil (D vid) 12 om πέρι D 13 ἐστιν σὸν D 16 ἄπελθ’. ’δε] καὶ ἄπελθ’. D Ι μακρότερον] D | ἐκάθητο 2­­°] εκα]θισεν D | om μάκροθεν Dvid Ι D | ἔκλαυσεν] pr καὶ D 17 θεου] pr του D Ι παιδίου σου AD 18 om καὶ 1° D Ι αὐτὸν] αὐτὸ D sil 19 ὕδατος 2°] pr του D)
34
[*](Α)

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ λέγων Ὁ θεὸς μετὰ σοῦ ἐν πᾶσιν οἶς ἐὰν ποιῇς.

νῦν οὖν ὄμοσόν μοι τὸν θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ’ ἐμοῦ, καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.

καὶ εἶπεν Ἀβραάμ Ἐγὼ ὀμοῦμαι.

καὶ ἤλεγξεν Ἀβραὰμ τὸν Ἀβιμἐλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος ὦν ἀφείλαντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.

καὶ εἶπεν αὐτῷ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο· οὐδὲ σύ μοι , οὐδὲ ἐγὼ ἤκουσα ἀλλὰ σήμερον.

καὶ ἔλαβεν Ἀβραὰμ πρόβατα καὶ μόσχους καὶ ἔσωκεν τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην.

καὶ ἔστησεν Ἀβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.

καὶ εἶπεν Ἀβιμἑλεχ τῷ Ἀβραάμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων ἃς ἔστησας μόνας;

καὶ εἶπεν Ἀβραὰμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ’ ἐμοῦ, ἵνα ὦσιν εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.

διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.

καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιείμ.

καὶ ἐφύτευσεν ἀβραὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὄρκου, καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄυομα κυρίου, Θεὸς αἰώνιος.

παρῴκησεν δὲ Ἀβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.