Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἶπεν δὲ Ἀβραάμ Εἶπα γάρ Ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.

καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.

ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ ταύτην τὴν δικαιοσύνην ποίησον ἐπ’ ἐμέ· εἰς πάντα τόπον οὗ ἐὰν κεῖ· εἰπὸν ἐμὲ ὅτι Ἀδελλφός μού ἐστιν.

ἔλαβεν δὲ ία δίδραχμα, πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παι- [*](¶ Ε) δίσκας, καὶ ἔδωκεν τῷ Ἀβράμ· καὶ ἀπέδωκεν ¶ αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.

καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἀβραάμ ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει.

τῇ δὲ Σάρρᾳ εἶπεν Ἴδου δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.

προσηύξατο δὲ Ἀβραάμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·

ὅτι συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἀβραάμ.

καὶ κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπεν· καὶ ἐποίησεν κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησεν.

καὶ συλλαβοῦσα ἔτεκεν Σάρρα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος.

καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, § D ὃν ἔτεκεν αὐτῷ Σάρρα, Ἰσαάκ· §

περιέτεμεν δὲ Ἀβραὰμ τὸν Ἰσαὰκ τῆ ὀγδόῃ ἡμέρᾳ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός.

Ἀβραὰμ δὲ ἦν ἑκατὸν [*](DE 6 ἐν καρδία καθαρὰ κα|ρα Ε*) E | ἐποίησα Α* ἐποίησας Α 1) 7 ζήσει Ε 11 τε] ’δε E 13 om ’δε E | ποιήσεις E 14 Αβρααμ E XXI 4 ’τον Ισαακ] + υἱὸν αὐτόσ’ D | τῆ ημε]ρα τῆ ο]γδ. D 5 om ’δε D | η ἐτῶν εκ[ατον] D)

33
ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.

εἶπεν δὲ Σάρρα Γέλωτά Α μοι ἐποίησεν κύριος· ὃς γὰρ ἐὰν ἀκούσῃ συγχαρεῖταί μοι.