Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἔδεμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.

ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὑειλάτ, ἐκεῖ ἐστιν τὸ χρυσίον·

τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.

καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.

καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος, οὗτος Εὐφράτης.

καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.

καὶ ἐνετείλατο Κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων Ἀπὸ [*](29 σπείρων Α 29 — II 3 quae uncis incl sunt perier in Α 30 post DE παντὶ ras 2 vel 3 litt Α | om τὼ D sil Ε 31 rescr omn D a | om τὰ Ε II 1 post συνετελ. ras 7 litt Α 3 om ἔργων E 5 πάντα] πὰν Ε | om ἀγροῦ 2° E | ο θεὸς ἔπι τὴν γην] ἔπι τῆς γῆς ο θݲςݲ Ε 11 Φισων Ευιλατ E | ἔκει οὑν E 14 ο πορευομενος] pr ο ποταμὸς E)

4
[*](Α) παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ·

ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ἧ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.

Καὶ εἶπεν Κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.

καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τό θηρία τοῦ ἀγροῦ κα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὁ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ.

καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ τε Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.

καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν. καὶ ἔλάβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ’ αὐτῆς.

καὶ ᾠκοδόμησεν Κύριος ὁ θεὸς τὴν πλευράν, ἢν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα· καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ.

καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη.

ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα [*](§ D) αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ §προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς [*]((ΙΙΙ)) ὧν ἐποίησεν Κύριος ὁ θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Τί ὅτι εἶπεν ὁ θεός Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;

καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα·

ἀπὸ δὲ καρποῦ τοῦ ξύλου ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεός Οὐ φάγεσθε ἀπ’ αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.

καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε·

ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ἧ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.¶