Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἤλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λὼτ ἀνέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν·

καὶ εἶπεν ἰδού, κύριοι, ἐκκλίνατε πρὸς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. εἶπαν δέ οὐχί, ἀλλ’ ἢ ἐν τῇ πλατείᾳ καταλύσοαεν.

καὶ παρεβιόζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτόν. καὶ εἰσῆλθον εἰς τὴν οἰκίαν αὐτοῦ· [*](DE) [*](24 δίκαιοι ἐν τῆ πόλει D | ἀπολέσεις D | ἀν’ἥσειj] + πάντα D | ’τον τόπον] + εκεινον D | ενεκεd ἕνεκα D | δικαιων] ..καιων Ε | ἐν αυτη] ἐν αὐτοῖς Ε 25 om ὡς Ι 0 Ε | ὃς ο ἃς. Ε | τὴν γῆν πάσαν Ε 26 Kuptoy] pr ο D 27 εἶπεν Αβ. Ε 28 om δίκαιοι Ε | πέντε Ι 0] pr εἰς σαρακοντα Ε | τῶν πεντd τݲωݲ σαρακοντα πέντε Ε | εὕρω] εὑρεθῶσιν Ε 29 om ’δε D (aliq deesse ind D a?) Ε | οὐ μη] οὐκ Ε 30 om ’δε D | ἔαν εὑρεθῶσιν εκει τρ.] ἕνεκεν τῶν τρ. D sil 31 om ’δε Ε | om ἔκει Ε 32 δέκα ἔκει Ε | οὐ μη] οὐκ Ε XIX 1 ἀνῆλθον Ε | ανεστη] ἐξανέστη D ἐξανέστη· σεν Ε 2 προς] εἰς D | om καὶ καταλυσατε...υμων 20 Ε * ( καταλυσ... | Κ νίφα... | τους.... | ὑμῶν Ε a mg | νιφασθε D sil | εις τὴν ὁδ’. υμ.] + + εινεκεν ἐξεκλίνατε πρὸς ’τον παῖδα ὑμῶν Ε | εἶπαν 8e] καὶ εἶπαν Ε | ἀλλ’ 77] ἀλλ’ sil ἄλλα Ε | καταλύσωμεν Ε 3 κατεβιάζετο D κατεβιάσατο E | τὴν οἰκίαν] ’τον οἶκον D sil E)

29
καὶ ἐποίησεν αὐτοῖς πότον καὶ ἀζύμους ἒπεψεν αὐτοῖς, καὶ ἔφαγον [*](Α) ωρὸ τοῦ κοιμηθῆναι.

καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομεῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα.

καὶ ἐξεκαλοῦντο τὸν Λώτ, καὶ ἔλεγον πρὸς αὐτόν Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς.

ἐξῆλθεν δὲ Λὼτ πρὸς αὐτούς, καὶ τὴν θύραν προσέῳξεν ὀπίσω αὐτοῦ.

εἰπεν δὲ πρὸς αὐτούς Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε.

εἰσὶν δέ μοι δύο θυγατέρες, αἰ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρήσασθε αὐταῖς καθὰ ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν στέγην τῶν δοκῶν μου.

εἶπαν δέ Ἀπόστα ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κμῖναι; νῦν οὑν σὲ κακώσομεν μᾶλλον ἢ καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα, καὶ ἤισαν τὴν θύραν.

ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν·

τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ, ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.

εἶπαν δὲ οἱ ἄνδρες πρὸς Λώτ Ἔστιν τίς σοι ὧδε, γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες, ἢ εἴ τίς σοι ἅλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου·

ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς κύριος ἐκτρίψαι αὐτήν.