Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνταί· εἰ δὲ μή, ἵνα γνῶ.

Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

καὶ ἐίσας [*](5 om εἰς τὴν ὀδὸν ὑμῶν D | εἶπαν D | καθὰ D 7 ἔλαβεν D sil 8 ἔφα. D 10 om εἶπεν ’δε D 11 γείνεσθαι Α | γυναίκια AD 13 ὅτι] pr τι D 14 του θεοῦ D 16 ἐφοβήθην D* 16 om αὐτοὺς D 18 γεινόμενοι Α 19 ησειν] ἔιδεν D | καὶ τὼ οἴκω αὐτοῦ μεθ’ ἑαυτὸν ] μετ’ αὐτὸν κα τὼ οἴκω αὐτοῦ D | om ἀν’ D | ἐπ’ αυτον] πρὸς αὐτὸν D sil 20 Γομορρων D 22 ἔναντι D * (superscr ὂν Da))

28
[*](Α) Ἀβραὰμ εἶπεν Mὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ [*](§ D) δίκαιος ὡς ὁ ἀσεβής.

ἐὰν ὦσιν πεντήκοντα ἐν τῇ πόλει δίκαιοι, [*](§ Ε) ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα § δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ ;

μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;

εἶπεν δὲ [*](¶ D) κύριος Ἐὰν εὕρω ἐν Σοδόμοις ¶ πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς.

καὶ ἀποκριθεὶς Ἀβραὰμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν ; καὶ εἶπεν ὅτι Οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσεράκοντα πέντε.

καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσεράκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω τῶν τεσσεράκοντα.

καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἔκει τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα.

καὶ εἶπεν Ἐπειδὴ ἰχῶ λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.

καἰ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἄπαξ· ἐὰν δὲ εὑΟεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραάμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Ἤλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λὼτ ἀνέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν·

καὶ εἶπεν ἰδού, κύριοι, ἐκκλίνατε πρὸς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε, καὶ νίψατε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. εἶπαν δέ οὐχί, ἀλλ’ ἢ ἐν τῇ πλατείᾳ καταλύσοαεν.

καὶ παρεβιόζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτόν. καὶ εἰσῆλθον εἰς τὴν οἰκίαν αὐτοῦ· [*](DE) [*](24 δίκαιοι ἐν τῆ πόλει D | ἀπολέσεις D | ἀν’ἥσειj] + πάντα D | ’τον τόπον] + εκεινον D | ενεκεd ἕνεκα D | δικαιων] ..καιων Ε | ἐν αυτη] ἐν αὐτοῖς Ε 25 om ὡς Ι 0 Ε | ὃς ο ἃς. Ε | τὴν γῆν πάσαν Ε 26 Kuptoy] pr ο D 27 εἶπεν Αβ. Ε 28 om δίκαιοι Ε | πέντε Ι 0] pr εἰς σαρακοντα Ε | τῶν πεντd τݲωݲ σαρακοντα πέντε Ε | εὕρω] εὑρεθῶσιν Ε 29 om ’δε D (aliq deesse ind D a?) Ε | οὐ μη] οὐκ Ε 30 om ’δε D | ἔαν εὑρεθῶσιν εκει τρ.] ἕνεκεν τῶν τρ. D sil 31 om ’δε Ε | om ἔκει Ε 32 δέκα ἔκει Ε | οὐ μη] οὐκ Ε XIX 1 ἀνῆλθον Ε | ανεστη] ἐξανέστη D ἐξανέστη· σεν Ε 2 προς] εἰς D | om καὶ καταλυσατε...υμων 20 Ε * ( καταλυσ... | Κ νίφα... | τους.... | ὑμῶν Ε a mg | νιφασθε D sil | εις τὴν ὁδ’. υμ.] + + εινεκεν ἐξεκλίνατε πρὸς ’τον παῖδα ὑμῶν Ε | εἶπαν 8e] καὶ εἶπαν Ε | ἀλλ’ 77] ἀλλ’ sil ἄλλα Ε | καταλύσωμεν Ε 3 κατεβιάζετο D κατεβιάσατο E | τὴν οἰκίαν] ’τον οἶκον D sil E)

29
καὶ ἐποίησεν αὐτοῖς πότον καὶ ἀζύμους ἒπεψεν αὐτοῖς, καὶ ἔφαγον [*](Α) ωρὸ τοῦ κοιμηθῆναι.

καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομεῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα.

καὶ ἐξεκαλοῦντο τὸν Λώτ, καὶ ἔλεγον πρὸς αὐτόν Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς.

ἐξῆλθεν δὲ Λὼτ πρὸς αὐτούς, καὶ τὴν θύραν προσέῳξεν ὀπίσω αὐτοῦ.

εἰπεν δὲ πρὸς αὐτούς Μηδαμῶς, ἀδελφοί, μὴ πονηρεύσησθε.