Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπίστευσεν Ἀβρὰμ τῷ θεῷ, [*](§ A) καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

εἶπεν δὲ αὐτῷ Ἐγὼ ὁ ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίαν, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.

εἶπεν δέ Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κλη- ρονομήσω αὐτήν;

εἶπεν δὲ αὐτῷ λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.

ἔλαβεν δὲ αὐτῶ πάντα ταῦτα, καὶ διἑλͅεν αὐτὰ μέσα, καὶ αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διἑλͅεν.

κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβράμ.

περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβράμ, ἰδοὺ φόβος σκοτινὸς μέγας ἐπιπίτει αὐτῷ·

καὶ ἐρρέθη πρὸς Ἀβράρ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδία, καὶ κακώσουσιν αὐτὸ καὶ δουλώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἤ.

τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.

σὺ δὲ [*](20 παρέδωκεν] ἔδωκεν D 21 βασιλευς] pr ο D 23 σφαιρ. ] σ D superscr A 1? a? σφερ. D 24 Εσχωλ D sil ] Εισχωλ Α XV 1 πολὺς] ’πὸ.. Α 7 κληρονομῆσαι] + ἀυτὴν D 10 ἀυτῶ] ἑαυτὼ 7) 13 Αβραν Α)

24
[*]((A) (D)) ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. [*](¶ Α)

τετάρτῃ δὲ ¶ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.

ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο· καὶ ἰδού κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τού- τῶν.

ἐκεῖ διέθετο ὁ θεὸς τῷ Ἀβρὰμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφμάτου· τούς Κεναίους καὶ τοὺς ενεζαίους [*](§ Α) καὶ τοὺς Κελμωναίους §20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ῥαφαεὶν τοὺς Ἀμορραίους καὶ τοὺς Χαναναίους καὶ Εὑοίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.

Σάρα δὲ ἡ γυνὴ Ἀβρὰμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Ἁγάρ.

εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ ἰδοὺ συνέκλεισέν με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἴνα τεκνοποιήσεις ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Ἀβρὰμ τῆς φωνῆς αὐτῆς.

καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἀβρὰμ Ἁγὰρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβρὰμ ἐν γῇ Χανάαν, καὶ ἔδωκεν αὐτὴν τῷ Ἀβρὰμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.

καὶ εἰσῆλθεν πρὸς Ἁγάρ, καὶ συνέλαβεν· καὶ ἴδεν ὅτι ἐν γαστρὶ ὦι, καὶ ἡ κυρία ἐναντίον αὐτῆς.

εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὄτι ἐν γαατρὶ ὦι, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

εἶπεν δὲ Ἀβρὰμ πρὸς Σάραν Ἴδου ἡ παιδίσκη ¶ Α σου ἐναντίον ¶ σου· χρῶ αὐτῇ ὡς δ’ ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

εὗρεν δὲ αὐτὴν ἄἡλος κυρίου τοῦ θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.