Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεω ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου.

καὶ ηὐλόγησεν τὸν Ἀβρὰμ καὶ εἶπεν Εὐλογημένος Ἀβρὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν [*](DE) [*](5 Σομμαους E | του, ἐν Σανη] om τοὺς E 6 Χορδαιους Ε | Ε 9 Αμαρφαλ] λ sup ras Α b | om καὶ 3° Α 12 βραν 13 Αβραμ] pr τὼ D | ἐν τῆ δρυὶ] πρὸς τῆ ἢ,. D | Αμορρις D 14 δέκα καὶ ὀκτὼ καὶ τριακ. D (δε..... σιοὺς (δε.....σιους D) | κάτε.. Α 17 τῆς D | πεδ’. βασιλέως] ε 1° et ς sup ras A a πεδ’. βασιλέων D(?))

23
τὸν οὐρανὸν καὶ τὴν γῆν·

καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν [*]((A) (D)) τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.

εἶπεν δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβρόμ Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.

εἶπεν δὲ Ἀβρὰμ πρὸς Σοδόμων Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν,

εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λήμψομαι ἀπὸ πάντων τῶν σῶν· ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβράμ.

πλὴν ὦν ἔΦαγον οἱ νεανίσκοι καὶ ·τῆς μερίδος ἀνδρῶν τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ· οὗτοι λάμψονται μερίδα.

Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα ὁράματι λέγων Μὴ φοβοῦ, Ἀβράμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ¶ ἱστᾶι σφόδρα.

λέγει δὲ Ἀβράμ Δέσποτα κύριε, τί μοι [*](¶ Α) δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μάσεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.

καὶ εἶπεν Ἀβρόμ Ἐπειδὴ ἐμοὶ οὐκ σπέρμα, σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με.

καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος· ἀλλ’ ὄς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.

ἐξήγαγεν δὲ αὐτὸν ἵξω καὶ εἶπεν πρὸς αὐτὸν Ἀν’άβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δύνῃ ἐξαριθμῆσαι αὐτούς. καὶ οὕτως ἔσται τὸ σπέρμα σου. §

καὶ ἐπίστευσεν Ἀβρὰμ τῷ θεῷ, [*](§ A) καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

εἶπεν δὲ αὐτῷ Ἐγὼ ὁ ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίαν, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.

εἶπεν δέ Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κλη- ρονομήσω αὐτήν;

εἶπεν δὲ αὐτῷ λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.

ἔλαβεν δὲ αὐτῶ πάντα ταῦτα, καὶ διἑλͅεν αὐτὰ μέσα, καὶ αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διἑλͅεν.

κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβράμ.

περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβράμ, ἰδοὺ φόβος σκοτινὸς μέγας ἐπιπίτει αὐτῷ·

καὶ ἐρρέθη πρὸς Ἀβράρ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδία, καὶ κακώσουσιν αὐτὸ καὶ δουλώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἤ.