Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἀριθμηθήσεται.

ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος· ὄτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.

καὶ Ἀβρὰμ ἐλθὼν κατῴκησεν παρὰ τὴν δρῦν τὴν Μαμβρήν, ἐν Χεβρών· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον Κυρἰῳ.

Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ ἈμαρΦὰλ βασιλέως Σενναάρ, Ἀριὼχ βασιλεὺς Ἐλλασὰρ καὶ ὁ Χοσολλογόμορ βασιλεὺς Αἰλὰμ καὶ Θαλγὰ βασιλεὺς ἐθνῶν

ἐποίησαν πόλεμον μετὰ Βάλλα βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ Συμόβορ βασιλέως Σεβωεὶμ καὶ μετὰ βασιλέως Βάλακ· αὕτη ἐστὶν Σήγωρ.

πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν.

δώδεκα ἔτη ἐδούλευον τῷ τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. ¶

ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογόμορ καὶ οἱ Βασιλεῖς οἱ μετ’ αὐτοῦ, καὶ τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ αρνάιν, καὶ ἔθνη ἰσχυρὰ [*](10 η γη] om η Ε 11 ἄπο ανατ.] ανθ ανατ. E | ἄπο του ἀδελφοῦ] πρὸς DE ’τον ἀδελφὸν ἀδελφὸν E* (om ἅδ’. 2° E a) E a) 12 om δε 1 ἐσκήνωσεν D (εσκην ..) E ] ενσκηνωσεν Α | om ἐν 3° Ε 14 θεος] κݲςݲ Ε ρισθηναι D | ἀπ’ αὐτοῦ ’τον Λωτ Ε | αωαβλεψας DE | om κα 1° D | βορρᾶ (...pa D) 15 πάσα η γη D 16 γῆς 1°] θαλάσσης E | om ει τῆς γῆς E 17 πλάτος] + αυτης D της D) Ε | om καὶ τὼ σπερματι...αιωνα DE 18 Μαμβρῆ D sil | υριω] pr τὼ DE XIV 1 ante εγεν. ras 2 litt A | τῆ 2°] του E | βασιλεως] βασλευς D | Σεναὰρ E | Σελλασαρ Α | Χοδολλογομορ] om ο DE | οδολλα[γομορ] D | Σαιλαμ D | Θαλγαλ (Θαλγαδ?) D Θαργαλ E 2 Βαλλα ] βάρα E | βασιλέως 3 ]0 βασιλεὺς E | Σσδαμα Ε | Συμοβορ] οβορ sup ras 4 litt Α 1? α? | om μέτα 3 0 E | Βαλακ] Βαλα Ε 3 ἀυτὴ] + ἐστιν Ε 4 Χοδαλλογομορ D | om ἔτει Ε 5 τοὺς 2°] A om Ε | Αστερωθ E | Καρναιν] καὶ Ναὶν (? καιναιν) E)

22
[*]((A) (D)) ἅμα αὐτοῖς, καὶ τοὺς Σομαίους τοὺς ἐν Σαυὴ τῇ πόλει,

καὶ τοὺς Χορραὶανς τοὺς ἐν τοῖς ὄρεσιν Σηείρ, ἕως τῆς τερεμίνθου τῆς Φοράν, [*](¶ Ε) ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.’ ¶

καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶν Καδής, καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἁσασὰν Θάμαρ.

ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλὰκ, αὔτη ἐστὶν Σήγωρ, καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,

πρὸς Χοδολλόμορ βασιλέα Αἰλὰμ καὶ Θαλγὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα ’Eλλασάρ, οἱ τέσσαρες οὗτοι βασιλεῖς πρὸς τοὺς πέντε.

ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα ἀσφάλτου. ἔφυγεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας, καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρινὴν ἔφυγον.

ἔλαβεν δὲ τὴν πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα , καὶ ἀπῆλθον.

ἔλαβον δὲ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ Ἀβρὰμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἢν γὰρ κατοικῶν [*](§ D) ἐν Σοδόμοις. §