Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος τῷ Ἁβρἀμ Ἔξελθε ἐκ τῆς γῆς σου καὶ συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, εἰς τὴν γῆν ἢν ἄν δείξω.

καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός·

καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι οἱ φυλαὶ τῆς γῆς.

καὶ ἐπορεύθη Ἀβρὰμ καθάπερ κύριος, καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ· Ἀβρὰμ δὲ ἦν ἐτῶν πέντε ὅτε ἐξῆλθεν ἐκ Χαρράν.

καὶ ἔλαβεν Ἀβρὰμ τὴν Σάρα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὐπά αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχὴν ἢν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανάαν καὶ ἦλθον εἰς γῆν Χανάαν.

καὶ διώδευσεν Ἁβρὰμ εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.

καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῶ.

καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ’ ἀνατολὰς Βαιθήλ, ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ἐν Βαιθὴλ κατὰ θάλασσαν καὶ κατ’ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου.

καὶ ἀπῆρεν Ἀβρὰμ ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρα γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ¶

ἔσται οὖν ὡς [*](¶ D) ἄν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστὶν αὐτή· καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται.