Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Καὶ αὗται οἱ γενέσεις Σῆμ’. Σῆμ’ υἱὸς ἐτῶν ἑκατὸν τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.

καὶ ἔζησεν Σῆμ’ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ πεντακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ όπέθανεν.

Καὶ ἔζησεν ἑκατὸν τριάκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν καινάν.

καὶ ἔζησεν Ἀρφαξάδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καινὰν ἔτη τετρακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν καινὰν [*](30 ασσηε] Μανδάνη Ε 31 om οἱ E | Σηθ Α 32 om κάτα τὰ DE ἔθνη ἀυτῶν E ΧΙ 3 ἀυτὰς] ἀυτὰ E 4 om καὶ εἶπαν E | ποιήσωμεν E | ..σπαρῆναι D 6 om πάντων E | καὶ τοῦτο] pr καὶ φωνὴ μία πᾶσιν E | ἤρξατο Α * (ν superset Α 1) | ποίησαι 2°] ποιεῖν E 7 ἀυτῶν τὴν γλ. ἀυτῶν D (..υτων· D) | om τὴν φωνὴν E | πλησιον] + 8 κύριος] + ο θݲςݲ E 8—9 om καὶ ἐπαύσαντο......τῆς γῆ, 2° E 1°] + ο θݲςݲ D 10 ἕκατον ἐτῶν E 12 ἔτη ἕκατον τριακ. πέντε καὶ τριακ. ( + καὶ ἕκατον Ε b mg) ἔτη E 13 τετρακόσια] τριακόσια DE | ἔτη ἕκατον τριάκοντα D | om καὶ εζησεν καινὰν Ι 0 ... και ἀπέθανεν Ε * (hab Ε a mg))

18
[*](Α) ἕκατον τριόκοντα ἴτη, κοὶ ἐγέννησεν τὸν Σόλο. καὶ ἔζησεν καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα ἔτη τριοκόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς κοὶ θυγατέρας, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Σάλα ἐκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν Τὸν Ἔβερ.

καὶ ἔζησεν Σάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸηἜβερ τριακόσια τριόκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ἔβερ ἑκατὸν τριάκοντα τέσσερα Ἔτη, καὶ ἐγέννησεν τὸν Φάλεκ.

καὶ ἔζησεν Ἔβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φόλεκ ἣ τριακόσια ἑβδομήκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, [*](D) καὶ ἀπέθανεν. ¶

Καὶ ἔζησεν Φόλεκ ἑκατὸν τριόκοντα ὄη, καὶ ἐγέννησεν τὸν Ῥαγαύ.

καὶ ἔζησεν Φάλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαὺ διακόσια ἐννέα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θηατέρnς, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ῥαγαύ ἑκατὸν τριάκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Σερούχ.