Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν πᾶσα ἡ γῆ Xεῖλος ἕν, κοὶ φωνὴ μία πᾶσιν.

καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.

καὶ εἶπεν ἄνθρωπος τῷ πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐοῖς ὁ πηλός.

καὶ εἶπαν Δεῦτε μὲν ἐαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσομεν ἑαυτῶν ὄνομα πρὸ τοῦ § διασπαρῆναι ἐπὶ προσώπου πάσης § L τῆς γῆς.

καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον οἱ υἱοὶ τῶν ἀνθρώπων.

καὶ εἶπεν κύριος Ἴδου γένος ἐν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιῆσαι.

δεῦτε καὶ καταβάντες ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.

καὶ διέσπειρεν αὐτοὺς κύριος ἕκαθεν ἐπὶ πρόσωπον τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.

διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

Καὶ αὗται οἱ γενέσεις Σῆμ’. Σῆμ’ υἱὸς ἐτῶν ἑκατὸν τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.

καὶ ἔζησεν Σῆμ’ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ πεντακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ όπέθανεν.

Καὶ ἔζησεν ἑκατὸν τριάκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν καινάν.