Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ θεοῦ· διό τοῦτο ἐροῦσιν Ὡς Νεβρὼς γίγας κυνηγὸς ἐναντίον Κυρίου.

καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν Καὶ ὌρεΧ καὶ ἈρΧὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ.

ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ καὶ ᾠκοδόμησεν τὴν Νινευὴ καὶ τήν Ῥοωβὼς πόλιν καὶ Χάλαχ,

καὶ τὴν Δάσεμ, ἀνὰ μέσον [*](D) Νινευὴ καὶ ἀνὰ μέσον Χάλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη. ¶

καὶ Μεσράιν ἐγέννησεν τούς Λουδιεὶμ καὶ τοὺς Νεφθολιεὶμ καὶ τοὺς λἰνεμετιεὶμ τοὺς Λιφιεὶμ

καὶ τοὺς ΙΙατροσωνιεὶμ καὶ τοὺς Χσμωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς ΧαΦθοπιείμ.

Χανάαν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον, καὶ τὸν Χετταῖον

καὶ τὸν Ἰεβουσαῖον κα τὸν Ἀμορραῖον καὶ τὸν Γερυεσαῖον

τὸν Εὑαῖον καὶ τὸν Ἀρουκαιον καὶ τὸν Ἁσενναῖον

καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἁμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.

καὶ ἐγένοντο τὰ ὅρια Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα κα Γάζαν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωὶμ ἕως Δασά.

οὗτοι υἱοὶ ἐν ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.