Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

πύλας δὲ Κρηναίας, τὰς δὲ Ὑψίστας ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσι· πρὸς δὲ ταῖς Ὑψίσταις Διὸς ἱερὸν ἐπίκλησίν ἐστιν Ὑψίστου. τὰς δὲ ἐπὶ ταύταις πύλας ὀνομάζουσιν Ὠγυγίας, τελευταῖαι δέ εἰσιν Ὁμολωίδες· ἐφαίνετο δὲ εἶναί μοι καὶ τὸ ὄνομα νεώτατον ταῖς πύλαις ταύταις, αἱ δὲ Ὠγύγιαι τὸ ἀρχαιότατον.

τὰς δὲ Ὁμολωίδας κληθῆναί φασιν ἐπὶ τοιῷδε. ἡνίκα ὑπὸ Ἀργείων μάχῃ πρὸς Γλίσαντι ἐκρατήθησαν, τότε ὁμοῦ Λαοδάμαντι τῷ Ἐτεοκλέους ὑπεξίασιν οἱ πολλοί· τούτων οὖν μοῖρα τὴν μὲν ἐς τοὺς Ἰλλυριοὺς πορείαν ἀπώκνησε, τραπόμενοι δὲ ἐς Θεσσαλοὺς καταλαμβάνουσιν Ὁμόλην, ὀρῶν τῶν Θεσσαλικῶν καὶ εὔγεων μάλιστα καὶ ὕδασιν ἐπιρρεομένην.

Θερσάνδρου δὲ τοῦ Πολυνείκους ἀνακαλεσαμένου σφᾶς ἐπὶ τὰ οἰκεῖα, τὰς πύλας διὰ ὧν τὴν κάθοδον ἐποιοῦντο ἀπὸ τῆς Ὁμόλης ὀνομάζουσιν Ὁμολωίδας. ἐρχομένῳ δὲ ἐκ Πλαταίας ἔσοδος ἐς τὰς Θήβας κατὰ πύλας ἐστὶν Ἠλέκτρας, καὶ ταύτῃ Καπανέα τὸν Ἱππόνου βιαιοτέρας ποιούμενον πρὸς τὸ τεῖχος τὰς προσβολὰς βληθῆναι κεραυνῷ λέγουσι.

τὸν δὲ πόλεμον τοῦτον, ὃν ἐπολέμησαν Ἀργεῖοι, νομίζω πάντων, ὅσοι πρὸς Ἕλληνας ἐπὶ τῶν καλουμένων ἡρώων ἐπολεμήθησαν ὑπὸ Ἑλλήνων, γενέσθαι λόγου μάλιστα ἄξιον. ὁ μέν γε Ἐλευσινίων πρὸς Ἀθηναίους τοὺς ἄλλους, ὡσαύτως δὲ καὶ Θηβαίων πρὸς Μινύας, τήν τε ἔφοδον διʼ ὀλίγου τῶν ἐπιστρατευσαμένων καὶ ἐν μάχῃ παρέσχοντο μιᾷ τὴν κρίσιν, ἐς ὁμολογίας τε αὐτίκα ἐτράποντο καὶ σπονδάς·

ὁ δὲ Ἀργείων στρατὸς ἐς Βοιωτίαν τε μέσην ἀφίκετο ἐκ μέσης Πελοποννήσου καὶ ὁ Ἄδραστος ἐξ Ἀρκαδίας καὶ παρὰ Μεσσηνίων συμμαχικὰ ἤθροισεν, ὡσαύτως δὲ καὶ τοῖς Θηβαίοις μισθοφορικὰ ἦλθε παρὰ Φωκέων καὶ ἐκ τῆς Μινυάδος χώρας οἱ Φλεγύαι. γενομένης δὲ πρὸς τῷ Ἰσμηνίῳ μάχης ἐκρατήθησαν οἱ Θηβαῖοι τῇ συμβολῇ, καὶ ὡς ἐτράποντο, καταφεύγουσιν ἐς τὸ τεῖχος·

ἅτε δὲ οὐκ ἐπισταμένων τῶν Πελοποννησίων μάχεσθαι πρὸς τὸ τεῖχος, ποιουμένων δὲ θυμῷ μᾶλλον ἢ σὺν ἐπιστήμῃ τὰς προσβολάς, πολλοὺς μὲν ἀπὸ τοῦ τείχους βάλλοντες φονεύουσιν αὐτῶν οἱ Θηβαῖοι, κρατοῦσι δὲ ὕστερον καὶ τοὺς ἄλλους ἐπεξελθόντες τεταραγμένοις, ὡς τὸ σύμπαν στράτευμα πλὴν Ἀδράστου φθαρῆναι. ἐγένετο δὲ καὶ αὐτοῖς τὸ ἔργον οὐκ ἄνευ κακῶν μεγάλων, καὶ ἀπʼ ἐκείνου τὴν σὺν ὀλέθρῳ τῶν κρατησάντων Καδμείαν ὀνομάζουσι νίκην.

ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ὁμοῦ Θερσάνδρῳ στρατεύουσιν ἐπὶ τὰς Θήβας οὓς Ἐπιγόνους καλοῦσιν Ἕλληνες· δῆλοι δέ εἰσι καὶ τούτοις οὐ τὸ Ἀργολικὸν μόνον οὐδὲ οἱ Μεσσήνιοι καὶ Ἀρκάδες ἠκολουθηκότες, ἀλλὰ καὶ ἔτι ἐκ Κορίνθου καὶ Μεγαρέων ἐπικληθέντες ἐς τὴν συμμαχίαν· ἤμυναν δὲ καὶ Θηβαίοις οἱ πρόσοικοι, καὶ μάχη πρὸς Γλίσαντι ἀπὸ ἀμφοτέρων ἐγένετο ἰσχυρά.

τῶν δὲ Θηβαίων οἱ μὲν αὐτίκα ὡς ἡττήθησαν ὁμοῦ Λαοδάμαντι ἐκδιδράσκουσιν, οἱ δὲ ὑπολειφθέντες πολιορκίᾳ παρέστησαν. ἐποιήθη δὲ ἐς τὸν πόλεμον τοῦτον καὶ ἔπη Θηβαΐς· τὰ δὲ ἔπη ταῦτα Καλλῖνος ἀφικόμενος αὐτῶν ἐς μνήμην ἔφησεν Ὅμηρον τὸν ποιήσαντα εἶναι, Καλλίνῳ δὲ πολλοί τε καὶ ἄξιοι λόγου κατὰ ταὐτὰ ἔγνωσαν· ἐγὼ δὲ τὴν ποίησιν ταύτην μετά γε Ἰλιάδα καὶ τὰ ἔπη τὰ ἐς Ὀδυσσέα ἐπαινῶ μάλιστα. πολέμου μὲν δή, ὃν Ἀργεῖοι καὶ Θηβαῖοι τῶν Οἰδίποδος παίδων ἕνεκα ἐπολέμησαν, ἐς τοσόνδε ἔστω μνήμη·

πολυάνδριον δὲ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν ἐστι· κεῖνται δὲ ὁπόσους κατέλαβεν ἀποθανεῖν Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀντιτεταγμένους. οὐ πόρρω δὲ ἀποφαίνουσι χωρίον ἔνθα Κάδμον λέγουσιν— ὅτῳ πιστά—τοῦ δράκοντος, ὃν ἀπέκτεινεν ἐπὶ τῇ κρήνῃ, τοὺς ὀδόντας σπείραντα, ἄνδρας δὲ ἀπὸ τῶν ὀδόντων ἀνεῖναι τὴν γῆν.

ἔστι δὲ λόφος ἐν δεξιᾷ τῶν πυλῶν ἱερὸς Ἀπόλλωνος· καλεῖται δὲ ὅ τε λόφος καὶ ὁ θεὸς Ἰσμήνιος, παραρρέοντος τοῦ ποταμοῦ ταύτῃ τοῦ Ἰσμηνοῦ. πρῶτα μὲν δὴ λίθου κατὰ τὴν ἔσοδόν ἐστιν Ἀθηνᾶ καὶ Ἑρμῆς, ὀνομαζόμενοι Πρόναοι· ποιῆσαι δὲ αὐτὸν Φειδίας, τὴν δὲ Ἀθηνᾶν λέγεται Σκόπας· μετὰ δὲ ὁ ναὸς ᾠκοδόμηται. τὸ δὲ ἄγαλμα μεγέθει τε ἴσον τῷ ἐν Βραγχίδαις ἐστὶ καὶ τὸ εἶδος οὐδὲν διαφόρως ἔχον· ὅστις δὲ τῶν ἀγαλμάτων τούτων τὸ ἕτερον εἶδε καὶ τὸν εἰργασμένον ἐπύθετο, οὐ μεγάλη οἱ σοφία καὶ τὸ ἕτερον θεασαμένῳ Κανάχου ποίημα ὂν ἐπίστασθαι. διαφέρουσι δὲ τοσόνδε· ὁ μὲν γὰρ ἐν Βραγχίδαις χαλκοῦ, ὁ δὲ Ἰσμήνιός ἐστι κέδρου.

ἔστι δʼ ἐνταῦθα λίθος ἐφʼ ᾧ Μαντώ φασι τὴν Τειρεσίου καθέζεσθαι. οὗτος μὲν πρὸ τῆς ἐσόδου κεῖται, καί οἱ τὸ ὄνομά ἐστι καὶ ἐς ἡμᾶς ἔτι Μαντοῦς δίφρος· ἐν δεξιᾷ δὲ τοῦ ναοῦ λίθου πεποιημένας εἰκόνας Ἡνιόχης εἶναι, τὴν δὲ Πύρρας λέγουσι, θυγατέρας δὲ αὐτὰς εἶναι Κρέοντος, ὃς ἐδυνάστευεν ἐπιτροπεύων Λαοδάμαντα τὸν Ἐτεοκλέους.

τόδε γε καὶ ἐς ἐμὲ ἔτι γινόμενον οἶδα ἐν Θήβαις· τῷ Ἀπόλλωνι τῷ Ἰσμηνίῳ παῖδα οἴκου τε δοκίμου καὶ αὐτὸν εὖ μὲν εἴδους, εὖ δὲ ἔχοντα καὶ ῥώμης, ἱερέα ἐνιαύσιον ποιοῦσιν· ἐπίκλησις δέ ἐστίν οἱ δαφναφόρος, στεφάνους γὰρ φύλλων δάφνης φοροῦσιν οἱ παῖδες. εἰ μὲν οὖν πᾶσιν ὁμοίως καθέστηκεν ἀναθεῖναι δαφνηφορήσαντας χαλκοῦν τῷ θεῷ τρίποδα, οὐκ ἔχω δηλῶσαι, δοκῶ δὲ οὐ πᾶσιν εἶναι νόμον· οὐ γὰρ δὴ πολλοὺς ἑώρων αὐτόθι ἀνακειμένους· οἱ δʼ οὖν εὐδαιμονέστεροι τῶν παίδων ἀνατιθέασιν. ἐπιφανὴς δὲ μάλιστα ἐπί τε ἀρχαιότητι καὶ τοῦ ἀναθέντος τῇ δόξῃ τρίπους ἐστὶν Ἀμφιτρύωνος ἀνάθημα ἐπὶ Ἡρακλεῖ δαφνηφορήσαντι.

ἀνωτέρω δὲ τοῦ Ἰσμηνίου τὴν κρήνην ἴδοις ἄν, ἥντινα Ἄρεώς φασιν ἱερὰν εἶναι καὶ δράκοντα ὑπὸ τοῦ Ἄρεως ἐπιτετάχθαι φύλακα τῇ πηγῇ. πρὸς ταύτῃ τῇ κρήνῃ τάφος ἐστὶ Καάνθου· Μελίας δὲ ἀδελφὸν καὶ Ὠκεανοῦ παῖδα εἶναι Κάανθον λέγουσι, σταλῆναι δὲ ὑπὸ τοῦ πατρὸς ζητήσοντα ἡρπασμένην τὴν ἀδελφήν. ὡς δὲ Ἀπόλλωνα εὑρὼν ἔχοντα τὴν Μελίαν οὐκ ἐδύνατο ἀφελέσθαι, πῦρ ἐτόλμησεν ἐς τὸ τέμενος ἐνεῖναι τοῦ Ἀπόλλωνος τοῦτο ὃ νῦν καλοῦσιν Ἰσμήνιον· καὶ αὐτὸν ὁ θεός, καθά φασιν οἱ Θηβαῖοι, τοξεύει.

Καάνθου μὲν ἐνταῦθά ἐστι μνῆμα, Ἀπόλλωνι δὲ παῖδας ἐκ Μελίας γενέσθαι λέγουσι Τήνερον καὶ Ἰσμηνόν· Τηνέρῳ μὲν Ἀπόλλων μαντικὴν δίδωσι, τοῦ δὲ Ἰσμηνίου τὸ ὄνομα ἔσχεν ὁ ποταμός. οὐ μὴν οὐδὲ τὰ πρότερα ἦν ἀνώνυμος, εἰ δὴ καὶ Λάδων ἐκαλεῖτο πρὶν Ἰσμηνὸν γενέσθαι τὸν Ἀπόλλωνος.

ἐν ἀριστερᾷ δὲ τῶν πυλῶν, ἃς ὀνομάζουσιν Ἠλέκτρας, οἰκίας ἐστὶν ἐρείπια ἔνθα οἰκῆσαί φασιν Ἀμφιτρύωνα διὰ τὸν Ἠλεκτρύωνος θάνατον φεύγοντα ἐκ Τίρυνθος· καὶ τῆς Ἀλκμήνης ἐστὶν ἔτι ὁ θάλαμος ἐν τοῖς ἐρειπίοις δῆλος. οἰκοδομῆσαι δὲ αὐτὸν τῷ Ἀμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην, καὶ ἐπίγραμμα ἐπʼ αὐτῷ ἐπιγραφῆναι τόδε·

  1. Ἀμφιτρύων ὅτʼ ἔμελλʼ ἀγαγέσθαι δεῦρο γυναῖκα
  2. Ἀλκμήνην, θάλαμόν γʼ εἱλίξατο τοῦτον ἑαυτῷ·
  3. Ἀγχάσιος δʼ ἐποίησε Τροφώνιος ἠδʼ Ἀγαμήδης.

τοῦτο μὲν ἐνταῦθα οἱ Θηβαῖοι γραφῆναι λέγουσιν· ἐπιδεικνύουσι δὲ Ἡρακλέους τῶν παίδων τῶν ἐκ Μεγάρας μνῆμα, οὐδέν τι ἀλλοίως τὰ ἐς τὸν θάνατον λέγοντες ἢ Στησίχορος ὁ Ἱμεραῖος καὶ Πανύασσις ἐν τοῖς ἔπεσιν ἐποίησαν. Θηβαῖοι δὲ καὶ τάδε ἐπιλέγουσιν, ὡς Ἡρακλῆς ὑπὸ τῆς μανίας καὶ Ἀμφιτρύωνα ἔμελλεν ἀποκτιννύναι, πρότερον δὲ ἄρα ὕπνος ἐπέλαβεν αὐτὸν ὑπὸ τοῦ λίθου τῆς πληγῆς· Ἀθηνᾶν δὲ εἶναι τὴν ἐπαφεῖσάν οἱ τὸν λίθον τοῦτον ὅντινα Σωφρονιστῆρα ὀνομάζουσιν.