Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Κασσάνδρῳ μὲν ὅστις δὴ θεῶν τὴν δίκην ἔμελλεν ἀποδώσειν· Θηβαίοις δὲ ἐπὶ μὲν Κασσάνδρου πᾶς ὁ ἀρχαῖος περίβολος ἀνῳκίσθη, ἔδει δὲ ἄρα καὶ ὕστερον κακῶν σφᾶς μεγάλων γεύσασθαι. Μιθριδάτῃ γὰρ καταστάντι ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον προσεχώρησαν Θηβαῖοι κατʼ ἄλλο ἐμοὶ δοκεῖν οὐδέν, τοῦ δὲ Ἀθηναίων δήμου φιλίᾳ. Σύλλα δὲ ἐσβαλόντος ἐς τὴν Βοιωτίαν δεῖμα ἔσχε τοὺς Θηβαίους, καὶ ἐγνωσιμάχησάν τε αὐτίκα καὶ ἐτράποντο αὖθις ἐς τὴν Ῥωμαίων φιλίαν.

Σύλλας δὲ ἐς αὐτοὺς ἐχρῆτο ὅμως τῷ θυμῷ, καὶ ἄλλα τε ἐξεῦρεν ἐπὶ λύμῃ τῶν Θηβαίων καὶ τὴν ἡμίσειαν ἀπετέμετο αὐτῶν τῆς χώρας κατὰ πρόφασιν τοιαύτην. ἡνίκα ἤρχετο τοῦ πρὸς Μιθριδάτην πολέμου, χρημάτων ἐσπάνιζε· συνέλεξεν οὖν ἔκ τε Ὀλυμπίας ἀναθήματα καὶ τὰ ἐξ Ἐπιδαύρου καὶ τὰ ἐκ Δελφῶν, ὁπόσα ὑπελίποντο οἱ Φωκεῖς·

ταῦτα μὲν δὴ διένειμε τῇ στρατιᾷ, τοῖς θεοῖς δὲ ἀντέδωκεν ἀντὶ τῶν χρημάτων γῆς τὴν ἡμίσειαν τῆς Θηβαΐδος. τὴν μὲν δὴ ἀφαίρετον χώραν ὕστερον Ῥωμαίων χάριτι ἀνεσώσαντο οἱ Θηβαῖοι, τὰ δὲ ἄλλα ἐς τὸ ἀσθενέστατον ἀπʼ ἐκείνου προήχθησαν· καί σφισιν ἡ μὲν κάτω πόλις πᾶσα ἔρημος ἦν ἐπʼ ἐμοῦ πλὴν τὰ ἱερά, τὴν δὲ ἀκρόπολιν οἰκοῦσι Θήβας καὶ οὐ Καδμείαν καλουμένην.

διαβεβηκότι δὲ ἤδη τὸν Ἀσωπὸν καὶ τῆς πόλεως δέκα μάλιστα ἀφεστηκότι σταδίους Ποτνιῶν ἐστιν ἐρείπια καὶ ἐν αὐτοῖς ἄλσος Δήμητρος καὶ Κόρης. τὰ δὲ ἀγάλματα ἐν τῷ ποταμῷ τῷ παρὰ τὰς Ποτνιὰς τὰς θεὰς ὀνομάζουσιν. ἐν χρόνῳ δὲ εἰρημένῳ δρῶσι καὶ ἄλλα ὁπόσα καθέστηκέ σφισι καὶ ἐς τὰ μέγαρα καλούμενα ἀφιᾶσιν ὗς τῶν νεογνῶν· τοὺς δὲ ὗς τούτους ἐς τὴν ἐπιοῦσαν τοῦ ἔτους ὥραν ἐν Δωδώνῃ φασὶν ἐπὶ λόγῳ τῷδε ἄλλος πού τις πεισθήσεται.

ἐνταῦθα καὶ Διονύσον ναός ἐστιν Αἰγοβόλου. θύοντες γὰρ τῷ θεῷ προήχθησάν ποτε ὑπὸ μέθης ἐς ὕβριν, ὥστε καὶ τοῦ Διονύσου τὸν ἱερέα ἀποκτείνουσιν· ἀποκτείναντας δὲ αὐτίκα ἐπέλαβε νόσος λοιμώδης, καί σφισιν ἀφίκετο ἴαμα ἐκ Δελφῶν τῷ Διονύσῳ θύειν παῖδα ὡραῖον· ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον τὸν θεόν φασιν αἶγα ἱερεῖον ὑπαλλάξαι σφίσιν ἀντὶ τοῦ παιδός. δείκνυται δὲ ἐν Ποτνιαῖς καὶ φρέαρ· τὰς δὲ ἵππους τὰς ἐπιχωρίους τοῦ ὕδατος πιούσας τούτου μανῆναι λέγουσιν.

ἐκ δὲ τῶν Ποτνιῶν ἰοῦσιν ἐς Θήβας ἔστιν ἐν δεξιᾷ περίβολος τῆς ὁδοῦ τε οὐ μέγας καὶ κίονες ἐν αὐτῷ· διαστῆναι δὲ Ἀμφιαράῳ τὴν γῆν ταύτῃ νομίζουσιν, ἐπιλέγοντες καὶ τάδε ἔτι, μήτε ὄρνιθας ἐπὶ τῶν κιόνων καθέζεσθαι τούτων μήτε πόαν τὴν ἐνταῦθα μήτε ἥμερον ζῷον μήτε τῶν ἀγρίων νέμεσθαι.

Θηβαίοις δὲ ἐν τῷ περιβόλῳ τοῦ ἀρχαίου τείχους ἑπτὰ ἀριθμὸν ἦσαν πύλαι, μένουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι. τεθῆναι δὲ τὰ ὀνόματα ἐπυνθανόμην σφίσιν ἀπό τε Ἠλέκτρας ἀδελφῆς Κάδμου καὶ Προιτίσιν ἀπὸ ἀνδρὸς τῶν ἐπιχωρίων· ἡλικίαν δὲ Προίτου καὶ τὸ ἀνωτέρω γένος χαλεπὰ ἦν εὑρεῖν. τὰς δὲ Νηίστας ὀνομασθῆναί φασιν ἐπὶ τῷδε. ἐν ταῖς χορδαῖς νήτην καλοῦσι τὴν ἐσχάτην· ταύτην οὖν τὴν χορδὴν Ἀμφίονα ἐπὶ ταῖς πύλαις ταύταις ἀνευρεῖν λέγουσιν. ἤδη δὲ ἤκουσα καὶ ὡς Ζήθου τοῦ ἀδελφοῦ τοῦ Ἀμφίονος τῷ παιδὶ ὄνομα Νῆις γένοιτο, ἀπὸ τούτου δὲ τοῦ Νήϊδος τὰς πύλας κληθῆναι ταύτας.