Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Πλαταιεῦσι δὲ Ἀθηνᾶς ἐπίκλησιν Ἀρείας ἐστὶν ἱερόν· ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων ἃ τῆς μάχης σφίσιν Ἀθηναῖοι τῆς Μαραθῶνι ἀπένειμαν. τὸ μὲν δὴ ἄγαλμα ξόανόν ἐστιν ἐπίχρυσον, πρόσωπον δέ οἱ καὶ χεῖρες ἄκραι καὶ πόδες λίθου τοῦ Πεντελησίου εἰσί· μέγεθος μὲν οὐ πολὺ δή τι ἀποδεῖ τῆς ἐν ἀκροπόλει χαλκῆς, ἣν καὶ αὐτὴν Ἀθηναῖοι τοῦ Μαραθῶνι ἀπαρχὴν ἀγῶνος ἀνέθηκαν, Φειδίας δὲ καὶ Πλαταιεῦσιν ἦν ὁ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα ποιήσας.

γραφαὶ δέ εἰσιν ἐν τῷ ναῷ Πολυγνώτου μὲν Ὀδυσσεὺς τοὺς μνηστῆρας ἤδη κατειργασμένος, Ὀνασία δὲ Ἀδράστου καὶ Ἀργείων ἐπὶ Θήβας ἡ προτέρα στρατεία. αὗται μὲν δή εἰσιν ἐπὶ τοῦ προνάου τῶν τοίχων αἱ γραφαί, κεῖται δὲ τοῦ ἀγάλματος πρὸς τοῖς ποσὶν εἰκὼν Ἀριμνήστου· ὁ δὲ Ἀρίμνηστος ἔν τε τῇ πρὸς Μαρδόνιον μάχῃ καὶ ἔτι πρότερον ἐς Μαραθῶνα Πλαταιεῦσιν ἡγήσατο.

ἔστι δὲ καὶ Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἱερὸν ἐν Πλαταιαῖς καὶ Ληίτου μνῆμα· τῶν δὲ ἡγεμόνων, οἳ Βοιωτοὺς ἐς Τροίαν ἤγαγον, μόνος ἀνέστρεψεν οἴκαδε οὗτος ὁ Λήιτος. τὴν δὲ κρήνην τὴν Γαργαφίαν Μαρδόνιος καὶ ἡ ἵππος συνέχεεν ἡ Περσῶν, ὅτι τὸ Ἑλλήνων στράτευμα τὸ ἀντικαθήμενόν σφισιν ἀπʼ αὐτῆς ἔπινεν· ὕστερον μέντοι τὸ ὕδωρ ἀνεσώσαντο οἱ Πλαταιεῖς.

ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη· θυγατέρα δὲ εἶναι τὴν Ὠερόην τοῦ Ἀσωποῦ λέγουσι. πρὶν δὲ ἢ διαβῆναι τὸν Ἀσωπόν, παρʼ αὐτὸ τὸ ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου· Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα. ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴν Πλαταιίδα ὁ Ἀσωπός.

γῆν δὲ τὴν Θηβαΐδα οἰκῆσαι πρῶτον λέγουσιν Ἔκτηνας, βασιλέα δὲ εἶναι τῶν Ἐκτήνων ἄνδρα αὐτόχθονα Ὤγυγον· καὶ ἀπὸ τούτου τοῖς πολλοῖς τῶν ποιητῶν ἐπίκλησις ἐς τὰς Θήβας ἐστὶν Ὠγύγιαι. καὶ τούτους μὲν ἀπολέσθαι λοιμώδει νόσῳ φασίν, ἐσοικίσασθαι δὲ μετὰ τοὺς Ἔκτηνας ἐς τὴν χώραν Ὕαντας καὶ Ἄονας, Βοιώτια ἐμοὶ δοκεῖν γένη καὶ οὐκ ἐπηλύδων ἀνθρώπων. Κάδμου δὲ καὶ τῆς Φοινίκων στρατιᾶς ἐπελθούσης μάχῃ νικηθέντες οἱ μὲν Ὕαντες ἐς τὴν νύκτα τὴν ἐπερχομένην ἐκδιδράσκουσι, τοὺς δὲ Ἄονας ὁ Κάδμος γενομένους ἱκέτας καταμεῖναι καὶ ἀναμιχθῆναι τοῖς Φοίνιξιν εἴασε.

τοῖς μὲν οὖν Ἄοσι κατὰ κώμας ἔτι ἦσαν αἱ οἰκήσεις· Κάδμος δὲ τὴν πόλιν τὴν καλουμένην ἔτι καὶ ἐς ἡμᾶς Καδμείαν ᾤκισεν. αὐξηθείσης δὲ ὕστερον τῆς πόλεως, οὕτω τὴν Καδμείαν ἀκρόπολιν συνέβη τῶν κάτω γενέσθαι Θηβῶν. Κάδμῳ δὲ γάμος τε ἐπιφανὴς ὑπῆρξεν, εἰ δὴ θυγατέρα Ἀφροδίτης καὶ Ἄρεως κατὰ λόγον τὸν Ἑλλήνων ἔσχε, καὶ αἱ θυγατέρες εἰλήφασιν αὐτῷ φήμην, Σεμέλη μὲν τεκεῖν ἐκ Διός, Ἰνὼ δὲ θεῶν εἶναι τῶν θαλασσίων.

ἐπὶ μὲν δὴ Κάδμου μέγιστον μετά γε αὐτὸν Κάδμον ἠδύναντο οἱ Σπαρτοί, Χθόνιος καὶ Ὑπερήνωρ καὶ Πέλωρος καὶ Οὐδαῖος· Ἐχίονα δὲ ὡς προέχοντα κατʼ ἀνδραγαθίαν γαμβρὸν ἠξίωσεν ὁ Κάδμος ποιήσασθαι. τοὺς δὲ ἄνδρας τούτους—οὐ γάρ τι ἠδυνάμην ἐς αὐτοὺς παρευρεῖν—ἕπομαι τῷ μύθῳ Σπαρτοὺς διὰ τὸν τρόπον ὅντινα ἐγένοντο ὀνομασθῆναι. Κάδμου δὲ ἐς Ἰλλυριοὺς καὶ Ἰλλυριῶν ἐς τοὺς καλουμένους Ἐγχελέας μετοικήσαντος Πολύδωρος ὁ Κάδμου τὴν ἀρχὴν ἔσχε.

Πενθεὺς δὲ ὁ Ἐχίονος ἴσχυε μὲν καὶ αὐτὸς κατὰ γένους ἀξίωμα καὶ φιλίᾳ τοῦ βασιλέως· ὢν δὲ ἐς τὰ λοιπὰ ὑβριστὴς καὶ ἀσεβὴς Διονύσου, δίκην ἔσχεν ἐκ τοῦ θεοῦ. Πολυδώρου δὲ ἦν Λάβδακος· ἔμελλε δὲ ἄρα αὐτόν, ὥς οἱ παρίστατο ἡ τελευτή, παῖδα ἔτι ἀπολείψειν, καὶ ἐπιτρέπει τόν τε υἱὸν καὶ τὴν ἀρχὴν Νυκτεῖ.

τὰ δὲ ἐφεξῆς μοι τοῦ λόγου προεδήλωσεν ἡ Σικυωνία συγγραφή, τοῦ τε Νυκτέως τὸν θάνατον, ὅντινα γένοιτο τρόπον, καὶ ὡς ἐς Λύκον ἀδελφὸν Νυκτέως ἥ τε ἐπιμέλεια τοῦ παιδὸς περιῆλθε καὶ ἡ Θηβαίων δυναστεία. Λύκος δὲ παρέδωκε μὲν αὐξηθέντι Λαβδάκῳ τὴν ἀρχήν· γενομένης δὲ οὐ μετὰ πολὺ καὶ τούτῳ τῆς τελευτῆς, ὁ δὲ ἐπετρόπευσεν αὖθις Λάιον Λαβδάκου παῖδα.