Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον, ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων· καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσιν εἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπʼ αὐτῶν ἄνεισιν.

ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι. λίθου μὲν τὸ ἄγαλμά ἐστιν· Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου. ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν· ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα. ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.

τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν. εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον. περὶ δὲ τῶν ἀρχαίων τοιαῦτʼ ἦν ὁπόσα καὶ μνημονεύουσιν. Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι·

παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν. Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου· Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.

ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν· αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.

πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.

οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο. ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθησαν Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου· χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.