Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

κατὰ δὲ τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν Νηιστῶν τὸ μὲν Θέμιδός ἐστιν ἱερὸν καὶ ἄγαλμα λευκοῦ λίθου, τὸ δὲ ἐφεξῆς Μοιρῶν, τὸ δὲ Ἀγοραίου Διός· οὗτος μὲν δὴ λίθου πεποίηται, ταῖς Μοίραις δὲ οὐκ ἔστιν ἀγάλματα. καὶ ἀπωτέρω μικρὸν Ἡρακλῆς ἕστηκεν ἐν ὑπαίθρῳ Ῥινοκολούστης ἐπωνυμίαν ἔχων, ὅτι τῶν κηρύκων, ὡς οἱ Θηβαῖοι λέγουσιν, ἀπέτεμεν ἐπὶ λώβῃ τὰς ῥῖνας, οἳ παρὰ Ὀρχομενίων ἀφίκοντο ἐπὶ τοῦ δασμοῦ τὴν ἀπαίτησιν.

σταδίους δὲ αὐτόθεν πέντε προελθόντι καὶ εἴκοσι Δήμητρος Καβειραίας καὶ Κόρης ἐστὶν ἄλσος· ἐσελθεῖν δὲ τοῖς τελεσθεῖσιν ἔστι. τούτου δὲ τοῦ ἄλσους ἑπτά που σταδίους τῶν Καβείρων τὸ ἱερὸν ἀφέστηκεν. οἵτινες δέ εἰσιν οἱ Κάβειροι καὶ ὁποῖά ἐστιν αὐτοῖς καὶ τῇ Μητρὶ τὰ δρώμενα, σιωπὴν ἄγοντι ὑπὲρ αὐτῶν συγγνώμη παρὰ ἀνδρῶν φιληκόων ἔστω μοι.

τοσοῦτο δὲ δηλῶσαί με καὶ ἐς ἅπαντας ἐκώλυσεν οὐδέν, ἥντινα λέγουσιν ἀρχὴν οἱ Θηβαῖοι γενέσθαι τοῖς δρωμένοις. πόλιν γάρ ποτε ἐν τούτῳ φασὶν εἶναι τῷ χωρίῳ καὶ ἄνδρας ὀνομαζομένους Καβείρους, Προμηθεῖ δὲ ἑνὶ τῶν Καβείρων καὶ Αἰτναίῳ τῷ Προμηθέως ἀφικομένην Δήμητρα ἐς γνῶσιν παρακαταθέσθαι σφίσιν· ἥτις μὲν δὴ ἦν ἡ παρακαταθήκη καὶ τὰ ἐς αὐτὴν γινόμενα, οὐκ ἐφαίνετο ὅσιόν μοι γράφειν, Δήμητρος δʼ οὖν Καβειραίοις δῶρόν ἐστιν ἡ τελετή.

κατὰ δὲ τὴν Ἐπιγόνων στρατείαν καὶ ἅλωσιν τῶν Θηβῶν ἀνέστησαν μὲν ὑπὸ τῶν Ἀργείων οἱ Καβειραῖοι, ἐξελείφθη δὲ ἐπὶ χρόνον τινὰ καὶ ἡ τελετή. Πελαργὴν δὲ ὕστερον τὴν Ποτνιέως καὶ Ἰσθμιάδην Πελαργῇ συνοικοῦντα καταστήσασθαι μὲν τὰ ὄργια αὐτοῦ λέγουσιν ἐξ ἀρχῆς, μετενεγκεῖν δὲ αὐτὰ ἐπὶ τὸν Ἀλεξιάρουν καλούμενον·

ὅτι δὲ τῶν ὅρων ἐκτὸς ἐμύησεν ἡ Πελαργὴ τῶν ἀρχαίων, Τηλώνδης καὶ ὅσοι γένους τοῦ Καβειριτῶν ἐλείποντο κατῆλθον αὖθις ἐς τὴν Καβειραίαν. Πελαργῇ μὲν δὴ κατὰ μάντευμα ἐκ Δωδώνης καὶ ἄλλα ἔμελλεν ἐς τιμὴν καταστήσασθαι καὶ ἡ θυσία, φέρον ἐν τῇ γαστρὶ ἱερεῖον· τὸ δὲ μήνιμα τὸ ἐκ τῶν Καβείρων ἀπαραίτητόν ἐστιν ἀνθρώποις, ὡς ἐπέδειξε δὴ πολλαχῇ.

τὰ γὰρ δὴ δρώμενα ἐν Θήβαις ἐτόλμησαν ἐν Ναυπάκτῳ κατὰ ταὐτὰ ἰδιῶται δρᾶσαι, καὶ σφᾶς οὐ μετὰ πολὺ ἐπέλαβεν ἡ δίκη. ὅσοι δὲ ὁμοῦ Μαρδονίῳ τῆς στρατιᾶς τῆς Ξέρξου περὶ Βοιωτίαν ἐλείφθησαν, τοῖς παρελθοῦσιν αὐτῶν ἐς τὸ ἱερὸν τῶν Καβείρων τάχα μέν που καὶ χρημάτων μεγάλων ἐλπίδι, τὸ πλέον δὲ ἐμοὶ δοκεῖν τῇ ἐς τὸ θεῖον ὀλιγωρίᾳ, τούτοις παραφρονῆσαί τε συνέπεσεν αὐτίκα καὶ ἀπώλοντο ἐς θάλασσάν τε καὶ ἀπὸ τῶν κρημνῶν ἑαυτοὺς ῥίπτοντες.

Ἀλεξάνδρου δέ, ὡς ἐνίκησε τῇ μάχῃ, Θήβας τε αὐτὰς καὶ σύμπασαν τὴν Θηβαΐδα διδόντος πυρί, ἄνδρες τῶν ἐκ Μακεδονίας ἐλθόντες ἐς τῶν Καβείρων τὸ ἱερὸν ἅτε ἐν γῇ τῇ πολεμίᾳ κεραυνοῖς τε ἐξ οὐρανοῦ καὶ ἀστραπαῖς ἐφθάρησαν.

οὕτω μὲν τὸ ἱερὸν τοῦτό ἐστιν ἐξ ἀρχῆς ἅγιον· τοῦ Καβειρίου δὲ ἐν δεξιᾷ πεδίον ἐστὶν ἐπώνυμον Τηνέρου μάντεως, ὃν Ἀπόλλωνος παῖδα εἶναι καὶ Μελίας νομίζουσι, καὶ Ἡρακλέους ἱερὸν μέγα ἐπίκλησιν Ἱπποδέτου· τούς τε γὰρ Ὀρχομενίους φασὶν ἐς τοῦτο ἀφῖχθαι στρατιᾷ καὶ τὸν Ἡρακλέα νύκτωρ τοὺς ἵππους λαβόντα συνδῆσαί σφισι τοὺς ὑπὸ τοῖς ἅρμασι.

προελθόντων δὲ τὸ ὄρος ἐστὶν ὅθεν τὴν Σφίγγα λέγουσιν ὁρμᾶσθαι ἐπʼ ὀλέθρῳ τῶν ἁρπαζομένων αἴνιγμα ᾄδουσαν· οἱ δὲ κατὰ λῃστείαν σὺν δυνάμει ναυτικῇ πλανωμένην φασὶν αὐτὴν ἐς τὴν πρὸς Ἀνθηδόνι σχεῖν θάλασσαν, καταλαβοῦσαν δὲ τὸ ὄρος τοῦτο ἁρπαγαῖς χρῆσθαι, πρὶν ἐξεῖλεν Οἰδίπους αὐτὴν ὑπερβαλόμενος πλήθει στρατιᾶς ἣν ἀφίκετο ἔχων ἐκ Κορίνθου.

λέγεται δὲ καὶ ὡς νόθη Λαΐου θυγάτηρ εἴη, καὶ ὡς τὸν χρησμὸν τὸν Κάδμῳ δοθέντα ἐκ Δελφῶν διδάξειεν αὐτὴν κατὰ εὔνοιαν ὁ Λάιος· ἐπίστασθαι δὲ πλὴν τοὺς βασιλέας οὐδένα ἄλλον τὸ μάντευμα. ὁπότε οὖν τῇ Σφιγγὶ ἀμφισβητήσων τις ἀφίκοιτο τῆς ἀρχῆς—γενέσθαι γὰρ τῷ Λαΐῳ ἐκ παλλακῶν υἱοὺς καὶ τὰ χρησθέντα ἐκ Δελφῶν ἐς Ἐπικάστην μόνην καὶ τοὺς ἐξ ἐκείνης ἔχειν παῖδας—, τὴν οὖν Σφίγγα χρῆσθαι σοφίσμασιν ἐς τοὺς ἀδελφούς, ὡς τὸν Κάδμῳ γενόμενον χρησμὸν εἰδεῖεν ἂν Λαΐου γε ὄντες·

οὐκ ἔχοντας δὲ αὐτοὺς ἀποκρίνασθαι θανάτῳ ζημιοῦν, ἅτε οὐ προσηκόντως ἀμφισβητοῦντας γένους τε καὶ ἀρχῆς. Οἰδίπους δὲ ἄρα ἀφίκετο ὑπὸ ὀνείρατος δεδιδαγμένος τὸν χρησμόν.

ἀπὸ δὲ τοῦ ὄρους τούτου πέντε ἀπέχει καὶ δέκα σταδίους πόλεως ἐρείπια Ὀγχηστοῦ· φασὶ δὲ ἐνταῦθα οἰκῆσαι Ποσειδῶνος παῖδα Ὀγχηστόν. ἐπʼ ἐμοῦ δὲ ναός τε καὶ ἄγαλμα Ποσειδῶνος ἐλείπετο Ὀγχηστίου καὶ τὸ ἄλσος, ὃ δὴ καὶ Ὅμηρος ἐπῄνεσε.