Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

τῷ δʼ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρ χρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου· διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώρια ἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένος μὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους. λέγεται δὲ ὁ Ἐπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοις ἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν· ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃ Πελοπίδαν ἐξέσωσεν ἐς ἅπαν ἀφικόμενος κινδύνου.

χρόνῳ δὲ ὕστερον κατὰ πρεσβείαν ἐς Σπάρτην ἥκοντα Ἐπαμινώνδαν, ὅτε Λακεδαιμόνιοι συντίθεσθαι τοῖς Ἕλλησιν ἔφασαν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου καλουμένην, τηνικαῦτα Ἐπαμινώνδαν ἤρετο Ἀγησίλαος, εἰ κατὰ πόλιν ὀμνύναι Βοιωτοὺς ἐάσουσιν ὑπὲρ τῆς εἰρήνης· “οὐ πρότερόν γε” εἶπεν “ὦ Σπαρτιᾶται, πρὶν ἢ καὶ τοὺς περιοίκους ὀμνύοντας κατὰ πόλιν ἴδωμεν τοὺς ὑμετέρουσ” .

ὡς δὲ ὁ Λακεδαιμονίων καὶ Θηβαίων ἐξῆρτο ἤδη πόλεμος καὶ οἱ Λακεδαιμόνιοι δυνάμει καὶ αὑτῶν καὶ τῶν συμμάχων ἐπὶ τοὺς Θηβαίους ᾔεσαν, Ἐπαμινώνδας μὲν ἔχων τοῦ στρατοῦ μοῖραν ἀντεκάθητο ὑπὲρ τῆς Κηφισίδος λίμνης ὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν, Κλεόμβροτος δὲ ὁ Λακεδαιμονίων βασιλεὺς ἐπὶ Ἀμβρόσσου τρέπεται τῆς Φωκέων· ἀποκτείνας δὲ Χαιρέαν, ὃς φυλάσσειν διετέτακτο τὰς παρόδους, καὶ ἄλλους τοὺς σὺν αὐτῷ Θηβαίους, ὑπερέβη καὶ ἐς Λεῦκτρα ἀφικνεῖται τὰ Βοιώτια.

ἐνταῦθα καὶ αὐτῷ Κλεομβρότῳ καὶ Λακεδαιμονίων τῷ κοινῷ σημεῖα ἐγένετο ἐκ τοῦ θεοῦ. τοῖς βασιλεῦσιν αὐτῶν ἐς τὰς ἐξόδους πρόβατα εἵπετο θεοῖς τε εἶναι θυσίας καὶ πρὸ τῶν ἀγώνων καλλιερεῖν· ταῖς δὲ ποίμναις ἡγεμόνες τῆς πορείας ἦσαν αἶγες, κατοιάδας οἱ ποιμένες ὀνομάζουσιν αὐτάς. τότε οὖν ὁρμήσαντες ἐς τὴν ποίμνην λύκοι τοῖς μὲν προβάτοις ἐγίνοντο οὐδὲν βλάβος, οἱ δὲ τὰς αἶγας τὰς κατοιάδας ἔκτεινον.

ἐλέγετο δὲ καὶ μήνιμα ἐς τοὺς Λακεδαιμονίους ἐκ τῶν θυγατέρων εἶναι τῶν Σκεδάσου. Σκεδάσῳ γὰρ περὶ Λεῦκτρα οἰκοῦντι θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ· ταύτας ἐς ὥραν ἤδη προηκούσας Λακεδαιμονίων ἄνδρες βιάζονται παρὰ θέμιδας καὶ Φρουραρχίδας καὶ Παρθένιος. καὶ αἵ τε παρθένοι παραυτίκα—οὐ γάρ σφισιν ἀνεκτὰ ἐφαίνετο εἶναι τὰ τῆς ὕβρεως—ἀπάγχουσιν αὑτάς· καὶ ὁ Σκέδασος, ὡς ἐς Λακεδαίμονα ἐλθόντι οὐδεμία ἐγένετο αὐτῷ δίκη, οὕτως ἐς τὰ Λεῦκτρα ἐπανήκων αὑτὸν διεργάζεται.

τότε δὲ ὁ Ἐπαμινώνδας Σκεδάσῳ καὶ ταῖς παισὶν ἐνήγιζέ τε καὶ εὔχετο, ὡς οὐ μᾶλλον ὑπὲρ σωτηρίας Θηβαίων ἢ καὶ τιμωρίας ἐκείνων τὸν ἀγῶνα ἐσόμενον. τῶν δὲ βοιωταρχούντων οὐ κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι, διεστηκυῖαι δὲ πολὺ ἀπʼ ἀλλήλων· Ἐπαμινώνδᾳ μὲν γὰρ ἤρεσκε καὶ Μάλγιδι καὶ Ξενοκράτει κατὰ τάχος πρὸς τοὺς Λακεδαιμονίους ποιεῖσθαι μάχην, Δαμοκλείδας δὲ καὶ Δαμόφιλος καὶ Σιμάγγελος συμβάλλειν μὲν οὐκ εἴων, ἐκέλευον δὲ ὑπεκθεμένους ἐς τὴν Ἀττικὴν γυναῖκας καὶ παῖδας ὡς πολιορκησομένους αὐτοὺς παρασκευάζεσθαι.