Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἡ δὲ εὐθεῖα ἡ ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι· καθʼ ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος. ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν· διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός.

ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος. ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ· μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν. κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης· πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου.

τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον· ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι. ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν ἃ πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι·

παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας· ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται. ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι. αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην.

Ἀθηναίοις δὲ ἡ Βοιωτία καὶ κατὰ ἄλλα τῆς Ἀττικῆς ἐστιν ὅμορος, πρὸς δὲ Ἐλευθερῶν οἱ Πλαταιεῖς. Βοιωτοὶ δὲ τὸ μὲν πᾶν ἔθνος ἀπὸ Βοιωτοῦ τὸ ὄνομα ἔσχηκεν, ὃν Ἰτώνου παῖδα καὶ νύμφης δὴ Μελανίππης, Ἴτωνον δὲ Ἀμφικτύονος εἶναι λέγουσι· καλοῦνται δὲ κατὰ πόλεις ἀπό τε ἀνδρῶν καὶ τὰ πλείω γυναικῶν. οἱ δὲ Πλαταιεῖς τὸ ἐξ ἀρχῆς ἐμοὶ δοκεῖν εἰσιν αὐτόχθονες· ὄνομα δέ σφισιν ἀπὸ Πλαταίας, ἣν θυγατέρα εἶναι Ἀσωποῦ τοῦ ποταμοῦ νομίζουσιν.

ὅτι μὲν δὴ καὶ οὗτοι τὸ ἀρχαῖον ἐβασιλεύοντο, δῆλά ἐστι· βασιλεῖαι γὰρ πανταχοῦ τῆς Ἑλλάδος καὶ οὐ δημοκρατίαι πάλαι καθεστήκεσαν. τῶν δὲ βασιλέων ἄλλον μὲν οὐδένα οἱ Πλαταιεῖς ἴσασι, μόνον δὲ Ἀσωπὸν καὶ ἔτι πρότερον Κιθαιρῶνα· καὶ τὸν μὲν ἀφʼ αὑτοῦ θέσθαι τῷ ὄρει τὸ ὄνομα, τὸν δὲ τῷ ποταμῷ λέγουσι. δοκῶ δὲ καὶ τὴν Πλάταιαν, ἀφʼ ἧς κέκληται καὶ ἡ πόλις, βασιλέως Ἀσωποῦ καὶ οὐ τοῦ ποταμοῦ παῖδα εἶναι.

Πλαταιεῦσι δὲ πρὸ μὲν τῆς μάχης, ἣν Ἀθηναῖοι Μαραθῶνι ἐμαχέσαντο, οὐδὲν ὑπῆρχεν ἐς δόξαν· μετασχόντες δὲ τοῦ Μαραθῶνι ἀγῶνος ὕστερον καταβεβηκότος ἤδη Ξέρξου καὶ ἐς τὰς ναῦς ἐτόλμησαν μετʼ Ἀθηναίων ἐσβῆναι, Μαρδόνιον δὲ τὸν Γωβρύου Ξέρξῃ στρατηγοῦντα ἠμύναντο ἐν τῇ σφετέρᾳ. δὶς δὲ σφᾶς κατέλαβε γενέσθαι τε ἀναστάτους καὶ αὖθις ἐς Βοιωτίαν καταχθῆναι.

ἐπὶ μὲν γὰρ τοῦ πολέμου τοῦ Πελοποννησίοις πρὸς Ἀθηναίους γενομένου Λακεδαιμόνιοι πολιορκίᾳ Πλάταιαν ἐξεῖλον· ἀνοικισθείσης δὲ ἐπὶ τῆς εἰρήνης, ἣν πρὸς βασιλέα τῶν Περσῶν γενέσθαι τοῖς Ἕλλησιν ἔπραξεν Ἀνταλκίδας ἀνὴρ Σπαρτιάτης, καὶ τῶν Πλαταιέων κατελθόντων ἐξ Ἀθηνῶν, τοὺς δὲ αὖθις ἔμελλεν ἐπιλήψεσθαι κακὸν δεύτερον. ἐκ μέν γε τοῦ ἐμφανοῦς πόλεμος πρὸς τοὺς Θηβαίους οὐκ ἦν συνεστηκώς, ἀλλὰ οἱ Πλαταιεῖς μένειν τὴν εἰρήνην σφίσιν ἔφασαν, ὅτι τὴν Καδμείαν Λακεδαιμονίοις κατασχοῦσιν οὔτε βουλεύματος οὔτε ἔργου μετεσχήκεσαν·

Θηβαῖοι δὲ ἀπέφαινον τήν τε εἰρήνην Λακεδαιμονίους εἶναι τοὺς πράξαντας καὶ ὕστερον παραβάντων ἐκείνων λελύσθαι καὶ ἅπασιν ἠξίουν τὰς σπονδάς. οὐκ ἀνύποπτα οὖν ἡγούμενοι οἱ Πλαταιεῖς τὰ ἐκ τῶν Θηβαίων διὰ φυλακῆς εἶχον ἰσχυρᾶς τὴν πόλιν· καὶ ἐς τοὺς ἀγρούς, ὁπόσοι ἀπωτέρω τοῦ ἄστεως ἦσαν, οὐδὲ ἐς τούτους ἀνὰ πᾶσαν ἤρχοντο τὴν ἡμέραν, ἀλλὰ— ἠπίσταντο γὰρ τοὺς Θηβαίους ὡς πανδημεὶ καὶ ἅμα ἐπὶ πλεῖστον εἰώθεσαν βουλεύεσθαι—παρεφύλασσον τὰς ἐκκλησίας αὐτῶν, καὶ ἐν τῷ τοσούτῳ καθʼ ἡσυχίαν ἐφεώρων τὰ ἑαυτῶν καὶ οἱ ἔσχατοι γεωργοῦντες.

Νεοκλῆς δὲ ὃς τότε βοιωταρχῶν ἔτυχεν ἐν Θήβαις—οὐ γὰρ αὐτὸν οἱ Πλαταιεῖς ἐλελήθεσαν ἐπὶ τῇ τέχνῃ— προεῖπε τῶν Θηβαίων ἕκαστόν τέ τινα ἰέναι πρὸς τὴν ἐκκλησίαν ὁμοῦ τοῖς ὅπλοις καὶ σφᾶς αὐτίκα οὐ τὴν εὐθεῖαν ἀπὸ τῶν Θηβῶν τὴν πεδιάδα, τὴν δὲ ἐπὶ Ὑσιῶν ἦγε πρὸς Ἐλευθερῶν τε καὶ τῆς Ἀττικῆς, ᾗ μηδὲ σκοπὸς ἐτέτακτο ὑπὸ τῶν Πλαταιέων· γενήσεσθαι δὲ περὶ τὰ τείχη περὶ μεσοῦσαν μάλιστα ἔμελλε τὴν ἡμέραν.

Πλαταιεῖς δὲ ἄγειν Θηβαίους ἐκκλησίαν νομίζοντες ἐς τοὺς ἀγροὺς ἀποκεκλειμένοι τῶν πυλῶν ἦσαν· πρὸς δὲ τοὺς ἐγκαταληφθέντας ἐποιήσαντο οἱ Θηβαῖοι σπονδάς, ἀπελθεῖν σφᾶς πρὸ ἡλίου δύντος ἄνδρας μὲν σὺν ἑνί, γυναῖκας δὲ δύο ἱμάτια ἑκάστην ἔχουσαν. συνέβη τε ἐναντία τοῖς Πλαταιεῦσιν ἐν τῷ τότε ἡ τύχη ἢ ὡς ὑπὸ Ἀρχιδάμου καὶ Λακεδαιμονίων τὸ πρότερον ἥλωσαν· Λακεδαιμόνιοι μέν γʼ αὐτοὺς ἐξεπολιόρκησαν ἀπείργοντες διπλῷ τείχει μὴ ἐξελθεῖν τοῦ ἄστεως, Θηβαῖοι δὲ ἐν τῷ τότε ἀφελόμενοι μὴ ἐσελθεῖν σφᾶς ἐς τὸ τεῖχος.

ἐγένετο δὲ ἡ ἅλωσις Πλαταίας ἡ δευτέρα μάχης μὲν τρίτῳ τῆς ἐν Λεύκτροις ἔτει πρότερον, Ἀστείου δὲ Ἀθήνῃσιν ἄρχοντος. καὶ ἡ μὲν πόλις ὑπὸ τῶν Θηβαίων καθῃρέθη πλὴν τὰ ἱερά, τοῖς δὲ Πλαταιεῦσιν ὁ τρόπος τῆς ἁλώσεως σωτηρίαν παρέσχεν ἐν ἴσῳ πᾶσιν· ἐκπεσόντας δὲ σφᾶς ἐδέξαντο αὖθις οἱ Ἀθηναῖοι. Φιλίππου δέ, ὡς ἐκράτησεν ἐν Χαιρωνείᾳ, φρουράν τε ἐσαγαγόντος ἐς Θήβας καὶ ἄλλα ἐπὶ καταλύσει τῶν Θηβαίων πράσσοντος, οὕτω καὶ οἱ Πλαταιεῖς ὑπʼ αὐτοῦ κατήχθησαν.

γῆς δὲ τῆς Πλαταιίδος ἐν τῷ Κιθαιρῶνι ὀλίγον τῆς εὐθείας ἐκτραπεῖσιν ἐς δεξιὰ Ὑσιῶν καὶ Ἐρυθρῶν ἐρείπιά ἐστι. πόλεις δέ ποτε τῶν Βοιωτῶν ἦσαν, καὶ νῦν ἔτι ἐν τοῖς ἐρειπίοις τῶν Ὑσιῶν ναός ἐστιν Ἀπόλλωνος ἡμίεργος καὶ φρέαρ ἱερόν· πάλαι δὲ ἐκ τοῦ φρέατος κατὰ τὸν Βοιωτῶν λόγον ἐμαντεύοντο πίνοντες.

ἐπανελθοῦσι δὲ ἐς τὴν λεωφόρον ἐστὶν αὖθις ἐν δεξιᾷ Μαρδονίου λεγόμενον μνῆμα εἶναι. καὶ ὅτι μὲν εὐθὺς ἦν μετὰ τὴν μάχην ἀφανὴς ὁ Μαρδονίου νεκρός, ἔστιν ὡμολογημένον· τὸν δὲ θάψαντα οὐ κατὰ ταὐτά, ὅστις ἦν, λέγουσι· φαίνεται δὲ Ἀρτόντης ὁ Μαρδονίου πλεῖστα μὲν δοὺς Διονυσοφάνει δῶρα ἀνδρὶ Ἐφεσίῳ, δοὺς μέντοι καὶ ἄλλοις Ἰώνων ὡς οὐδὲ ἐκείνοις ἀμελὲς γενόμενον ταφῆναι Μαρδόνιον.

αὕτη μὲν ἀπʼ Ἐλευθερῶν ἐς Πλάταιαν ἄγει, τοῖς δὲ ἐκ Μεγάρων ἰοῦσι πηγή τέ ἐστιν ἐν δεξιᾷ καὶ προελθοῦσιν ὀλίγον πέτρα· καλοῦσι δὲ τὴν μὲν Ἀκταίωνος κοίτην, ἐπὶ ταύτῃ καθεύδειν φάμενοι τῇ πέτρᾳ τὸν Ἀκταίωνα ὁπότε κάμοι θηρεύων, ἐς δὲ τὴν πηγὴν ἐνιδεῖν λέγουσιν αὐτὸν λουμένης Ἀρτέμιδος ἐν τῇ πηγῇ. Στησίχορος δὲ ὁ Ἱμεραῖος ἔγραψεν ἐλάφου περιβαλεῖν δέρμα Ἀκταίωνι τὴν θεόν, παρασκευάζουσάν οἱ τὸν ἐκ τῶν κυνῶν θάνατον, ἵνα δὴ μὴ γυναῖκα Σεμέλην λάβοι.

ἐγὼ δὲ ἄνευ θεοῦ πείθομαι νόσον λύσσαν τοῦ Ἀκταίωνος ἐπιλαβεῖν τοὺς κύνας· μανέντες δὲ καὶ οὐ διαγινώσκοντες διαφορήσειν ἔμελλον πάντα τινὰ ὅτῳ περιτύχοιεν. καθότι δὲ τοῦ Κιθαιρῶνος Πενθεῖ τῷ Ἐχίονος ἐγένετο ἡ συμφορὰ ἢ Οἰδίποδα ὅπῃ τεχθέντα ἐξέθεσαν, οἶδεν οὐδείς, καθάπερ γε ἴσμεν τὴν Σχιστὴν ὁδὸν τὴν ἐπὶ Φωκέων, ἐφʼ ᾗ τὸν πατέρα Οἰδίπους ἀπέκτεινεν, ὁ δὲ Κιθαιρὼν τὸ ὄρος Διὸς ἱερὸν Κιθαιρωνίου ἐστίν ἃ δὴ καὶ ἐς πλέον ἐπέξειμι, ἐπειδὰν ἐς αὐτὰ ὁ λόγος καθήκῃ μοι.