Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἀπὸ δὲ Ἐλάτου τῶν παίδων Κυλλήνην τὸ ὄρος καλοῦσιν ἀπὸ Κυλλῆνος, καὶ ἀπὸ Στυμφήλου πηγή τε ὀνομάζεται καὶ πόλις Στύμφηλος ἐπὶ τῇ πηγῇ. τὰ δὲ ἐς τὸν θάνατον Ἴσχυος τοῦ Ἐλάτου πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Ἀργολίδι ἐδήλωσα. παῖδα δὲ Περεῖ ἄρρενα μέν φασιν οὐδένα, Νέαιραν δὲ γενέσθαι θυγατέρα· ταύτην γυναῖκα ἔσχεν Αὐτόλυκος, οἰκῶν μὲν ἐν τῷ ὄρει τῷ Παρνασσῷ, λεγόμενος δὲ Ἑρμοῦ παῖς εἶναι, Δαιδαλίωνος δὲ ὢν τῷ ἀληθεῖ λόγῳ.

Κλείτορι δὲ τῷ Ἀζᾶνος οὐ γενομένων παίδων, ἐς Αἴπυτον Ἐλάτου περιεχώρησεν ἡ Ἀρκάδων βασιλεία· τὸν δὲ Αἴπυτον ἐξελθόντα ἐς ἄγραν θηρίων μὲν τῶν ἀλκιμωτέρων οὐδέν, σὴψ δὲ οὐ προϊδόμενον ἀποκτίννυσι. τὸν δὲ ὄφιν τοῦτον καὶ αὐτός ποτε εἶδον· κατὰ ἔχιν ἐστὶ τὸν μικρότατον, τέφρᾳ ἐμφερής, στίγμασιν οὐ συνεχέσι πεποικιλμένος· κεφαλὴ δέ ἐστιν αὐτῷ πλατεῖα καὶ τράχηλος στενός, γαστέρα δὲ ἔχει μείζονα καὶ οὐρὰν βραχεῖαν· βαδίζει δὲ οὗτός τε καὶ ὄφις ἕτερος ὁ κεράστης καλούμενος ἐνδιδόντες ἐς τὰ πλάγια, ὥσπερ οἱ καρκίνοι.

μετὰ δὲ Αἴπυτον ἔσχεν Ἄλεος τὴν ἀρχήν· Ἀγαμήδης μὲν γὰρ καὶ Γόρτυς οἱ Στυμφήλου τέταρτον γένος ἦσαν ἀπὸ Ἀρκάδος, Ἄλεος δὲ τρίτον ὁ Ἀφείδαντος. Ἄλεος δὲ τῇ τε Ἀθηνᾷ τῇ Ἀλέᾳ τὸ ἱερὸν ᾠκοδόμησεν ἐν Τεγέᾳ τὸ ἀρχαῖον καὶ αὐτῷ κατεσκεύαστο αὐτόθι ἡ βασιλεία· Γόρτυς δὲ ὁ Στυμφήλου πόλιν Γόρτυνα ᾤκισεν ἐπὶ ποταμῷ· καλεῖται δὲ Γορτύνιος καὶ ὁ ποταμός. Ἀλέῳ δὲ ἄρσενες μὲν παῖδες Λυκοῦργός τε καὶ Ἀμφιδάμας καὶ Κηφεύς, θυγάτηρ δὲ ἐγένετο Αὔγη.

ταύτῃ τῇ Αὔγῃ τῷ Ἑκαταίου λόγῳ συνεγίνετο Ἡρακλῆς, ὁπότε ἀφίκοιτο ἐς Τεγέαν· τέλος δὲ καὶ ἐφωράθη τετοκυῖα ἐκ τοῦ Ἡρακλέους, καὶ αὐτὴν ὁ Ἄλεος ἐσθέμενος ὁμοῦ τῷ παιδὶ ἐς λάρνακα ἀφίησεν ἐς θάλασσαν, καὶ ἡ μὲν ἀφίκετο ἐς Τεύθραντα δυνάστην ἄνδρα ἐν Καΐκου πεδίῳ καὶ συνῴκησεν ἐρασθέντι τῷ Τεύθραντι· καὶ νῦν ἔστι μὲν Αὔγης μνῆμα ἐν Περγάμῳ τῇ ὑπὲρ τοῦ Καΐκου, γῆς χῶμα λίθου περιεχόμενον κρηπῖδι, ἔστι δὲ ἐν τῷ μνήματι ἐπίθημα χαλκοῦ πεποιημένον, γυνὴ γυμνή.

μετὰ δὲ Ἄλιον τελευτήσαντα Λυκοῦργος ὁ Ἀλέου τὴν βασιλείαν πρεσβεῖα ἔσχε· παρέσχετο δὲ ἐς μνήμην Ἀρηίθοον ἄνδρα πολεμικὸν δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνας. γενομένων δὲ αὐτῷ παίδων Ἀγκαίου τε καὶ Ἐπόχου, τὸν μὲν νοσήσαντα ἐπιλαμβάνει τὸ χρεών, Ἀγκαῖος δὲ Ἰάσονί τε τοῦ πλοῦ μετέσχεν ἐς Κόλχους καὶ ὕστερον ὁμοῦ Μελεάγρῳ τὸ ἐν Καλυδῶνι κατεργαζόμενος θηρίον ἀπέθανεν ὑπὸ τοῦ ὑός. Λυκοῦργος μὲν δὴ πορρωτάτω γήρως ἀφίκετο ἐπιδὼν τοὺς παῖδας ἀμφοτέρους τελευτήσαντας·

Λυκούργου δὲ ἀποθανόντος Ἔχεμος ὁ Ἀερόπου τοῦ Κηφέως τοῦ Ἀλέου τὴν Ἀρκάδων ἔσχεν ἀρχήν. ἐπὶ τούτου Δωριεῖς κατιόντας ἐς Πελοπόννησον ὑπὸ ἡγεμόνι Ὕλλῳ τῷ Ἡρακλέους Ἀχαιοὶ περὶ ἰσθμὸν τὸν Κορινθίων κρατοῦσι μάχῃ, καὶ Ἔχεμος ἀποκτίννυσιν Ὕλλον μονομαχήσαντά οἱ κατὰ πρόκλησιν. τάδε γὰρ ἐφαίνετο εἰκότα εἶναί μοι μᾶλλον ἢ ὁ πρότερος λόγος, ἐν ᾧ βασιλεύειν τε Ἀχαιῶν τηνικαῦτα Ὀρέστην ἔγραψα καὶ Ὕλλον καὶ Ὀρέστου βασιλεύοντος ἀποπειρᾶσαι καθόδου τῆς ἐς Πελοπόννησον. φαίνοιτο δʼ ἂν τῷ ὑστέρῳ τῶν λόγων καὶ Τιμάνδρα συνοικήσασα ἡ Τυνδάρεω τῷ ἀποκτείναντι Ὕλλον Ἐχέμῳ.