Description of Greece
Pausanias
Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
Καλλιστὼ δὲ αὐτὴν ἐποίησεν ἀστέρας καλουμένην ἄρκτον μεγάλην, ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἀνάπλῳ παρὰ Καλυψοῦς μνήμην ἔσχε·
Hom. Od. 5.272ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς, ἐπεὶ τάφον γε αὐτῆς ἀποφαίνουσιν οἱ Ἀρκάδες.
- Πληιάδας τʼ ἐσορῶντα καὶ ὀψὲ δύοντα Βοώτην
- ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.