Description of Greece
Pausanias
Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.
τὸ δὲ ἱερὸν τοῦτο ἔστι μὲν Θελπουσίων ἐν ὅροις· ἀγάλματα δὲ ἐν αὐτῷ, ποδῶν ἑπτὰ οὐκ ἀποδέον ἕκαστον, Δήμητρός ἐστι καὶ ἡ παῖς καὶ ὁ Διόνυσος, τὰ πάντα ὁμοίως λίθου. μετὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν καὶ Θέλπουσαν τὴν πόλιν ὁ Λάδων παρέξεισιν ἐν ἀριστερᾷ, κειμένην μὲν ἐπὶ λόφου μεγάλου, τὰ πλείω δὲ ἐφʼ ἡμῶν ἔρημον, ὥστε καὶ τὴν ἀγορὰν ἐπὶ τῷ πέρατι οὖσάν φασιν ἐν τῷ μεσαιτάτῳ ποιηθῆναι τὸ ἐξ ἀρχῆς. ἔστι δὲ ἐν Θελπούσῃ ναὸς Ἀσκληπιοῦ καὶ θεῶν ἱερὸν τῶν δώδεκα·